Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[26 N.]— 9, 1 Δ—ου. ἀφ’ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν.

[25 N.]— — 2 [vgl. III 4, 51] τοῦ αὐτοῦ. ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύεται, ἐπήν τις τἀγαθὰ μὴ’ πιστῆται ποδηγετεῖν μηδὲ ὀχεῖν εὐφόρως. οὐ δίκαιον ἐν κακοῖσι τὰ τοιάδε κρίνειν, ἀλλ’ ἐν ἀγαθοῖσιν ὦν· τοῖς τε ἀγαθοῖσιν οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακά, εἴ τινι βουλομένῳ, ἀλκῇ.

[47 N.]STOBAEUS II 9, 3 ὁ μὲν εὔθυμος εἰς ἔργα αἰεὶ φερόμενος δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρωται καὶ ἀνακηδής ἐστιν· ὃς δ’ ἂν καὶ δίκης ἀλογῇ καὶ τὰ χρὴ ἐόντα μὴ ἔρδῃ, τούτῳ πάντα τὰ τοιαῦτα ἀτερπείη, ὅταν τευ ἀναμνησθῇ , καὶ δέδοικε καὶ ἑωυτὸν κακίζει.

[24 N.] — — 4 οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν. πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα, τάδε δ’ οὔ〈τε〉 πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦνται, ἀλλ’ αὐτοὶ τοῖσδεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνην.

[64 N.] — — 5 τύχη μεγαλόδωρος, ἀλλ’ ἀβέβαιος, φύσις δὲ αὐτάρκης· διόπερ νικᾶι τῷ ἥσσονι καὶ βεβαίῳ τὸ μεῖζον τῆς ἐλπίδος.

[122 N.] — 15, 33 πόλλοι δρῶντες ... ἀσκέουσιν = B 53.

[121 N.] — — 36 = B 55.

[124 N.] — — 40 Δ—ου. οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφημίῃ λυμαίνεται.

[198 N.] — — 31, 56 Δ—ου. πάντων κάκιστον ἡ εὐπετείη παιδεῦσαι τὴν νεότητα· αὕτη γάρ ἐστιν ἣ τίκτει τὰς ἡδονὰς ταύτας, ἐξ ὧν ἡ κακότης γίνεται.

[197 N.] — — 57 τοῦ αὐτοῦ. ἔξω τί κως ἢ πονεῖν παῖδες ἀνιέντες οὔτε γράμματ’ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην οὐδ’ ὅπερ μάλιστα τὴν ἀρετὴν συνέχει, τὸ αἰδεῖσθαι· μάλα γὰρ ἐκ τούτων φιλεῖ γίγνεσθαι ἡ αἰδώς.

[183 N.] — — 58 τοῦ αὐτοῦ. ἡ παιδεία εὐτυχοῦσι μέν ἐστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον [Lemma zweifelh., vgl. Aristoteles b. Stob. II 31, 35.]

[44 N.] — — 59 τοῦ αὐτοῦ. κρείσσων ἐπ’ ἀρετὴν φανεῖται προτροπῇ χρώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμῳ

καὶ ἀνάγκῃ. λάθρῃ μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰργμένον ἀδικίης ὑπὸ νόμου, τὸν δὲ ἐς τὸ δέον ἠγμένον πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρῃ οὔτε φανερῶς ἔρδειν τι πλημμελές. διόπερ συνέσει τε καὶ ἐπιστήμῃ ὀρθοπραγέων τις ἀνδρεῖος ἅμα καὶ εὐθύγνωμος γίγνεται.

[187 N.]STOB. II 31, 65 Δ—ου = B 33.

[189 N.] — — 66 τοῦ αὐτοῦ. τὰ μὲν καλὰ χρήματα τοῖς πόνοις ἡ μάθησις ἐξεργάζεται, τὰ δ’ αἰσχρὰ ἄνευ πόνων αὐτόματα καρποῦται. καὶ γὰρ οὖν οὐκ ἐθέλοντα πολλάκις ἐξείργει τοιοῦτον εἶναι ὅτῳ μεγάλη ἐστὶ τῇ φύσι κακεστώ.

[188 N.] — — 71 = B 59.

[185 N.] — — 72 τοῦ αὐτοῦ. ἔστι που νέων ξύνεσις

καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονεῖν, ἀλλ’ ὡραίη τροφὴ καὶ φύσις.

[108 N.] — — 73 = B 85.

[194] — — 90 Δ—ου. φαύλων ὁμιλίη συνεχὴς ἕξιν κακίης συναύξει.

[201 N.] — — 94 Δ—ου. κρέσσονές εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτος. Vgl. A 17.

[212 N.] — — 33, 9 Δ—ου. ὁμοφροσύνη φιλίην ποιεῖ.

[18 N.]— (flor.) III t. 1, 27 Hense [vgl. B 36] Δημοκρίτου. ἀνθρώποις ἁρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λόγον ποιεῖσθαι· ψυχῆς μὲν γὰρ τελεότης σκήνεος μοχθηρίην ὀρθοῖ, σκήνεος δὲ ἰσχὺς ἄνευ λογισμοῦ ψυχὴν οὐδέν τι ἀμείνω τίθησιν.

[45 N.] — — 1,45 Δ—ου = B 47.

[2 N.] — — 1, 46 ὅρος συμφόρων καὶ ἀσυμφόρων τέρψις καὶ ἀτερψίη. Vgl. B 4.

[7 N.] — — 47 ἄριστον ἀνθρώπῳ τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι. τοῦτο δ’ ἂν εἴη, εἴ τις μὴ ἐπὶ τοῖς θνητοῖσι τὰς ἡδονὰς ποιοῖτο.

[107 N.]STOB. III 1, 91 Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέον.

[45 Ν.] — — 95 = B 41.