Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ ⟨τοῦ⟩ μήτε σχῆμα μήτε χρῶμα [μήτε σῶμα] ἔχον⟨τος⟩.—Εἴη δ᾽ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν; —Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὂν ⎡τοῦ θεοῦ τὸ ὄνομα⎤.

δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντός [εἰλουμένη], πάντα περ⟨ι⟩ορῶσα τὰ ἐπὶ γῆς γινόμενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ ⟨γὰρ⟩ ἐπὶ τῆς θείας τάξεως ⟨ἡ⟩ [πρόνοια καὶ] ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν

ἀνθρώπων τέτακται ἡ δίκη [ταὐτὰ ἐκείνοις ἐνεργοῦσα].

ἐκείνΗ μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν [[ὄντων]] ⟨ἄνω⟩, ὡς θείων ⟨⟨ὄντων⟩⟩, καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμέναωνἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι· [ἐξ οὗ καὶ τὸ ἀναμάρτν⟨το⟩ν συμβαίνει·] ἡ δὲ δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ γῆς ἁμαρτανόντων.

ἀνθρώπων γὰρ γένος ⟨ἁμαρτητικόν⟩, ἅτε θνητὸν ὂν καὶ ἐκ κακῆς ὕλης συνεστός· [καὶ μάλιστα ἐκείνοις συμβαίνει τὸ ὀλισθαίνειν, οἷς θεοπτικὴ δύναμις οὐ πρόσεστιτούταων δὲ καὶ μάλιστα ἐπικρατεῖ δίκη·] καὶ τῇ ⟨μὲν⟩ είμαρμένῃ ὑπόκειται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ δίκῃ διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας.

Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ. ἀλλ᾽ ἔτι με ἀνάμνησον τίνα ἐστὶ ⟨τῶν ἐν ἡμῖν ἀσωμάτων⟩ τὰ κατὰ πρόνοιαν, καὶ τίνα ⟨τὰ⟩ κατ᾽ ἀνάγκην ὁμοίως, καὶ ⟨τὰ⟩ καθ᾽ εἱμαρμένην.—

Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων. καὶ τὸ μέν τι ἐστὶ νοητὸν ⟨...⟩. τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, [ἀσώματον,] ἐξ αὐτῆς τῆς πρώτης [καὶ] νοητῆς οὐσίας ⟨...⟩.

ἔϲτι δὲ [[καὶ]] ἐν ἡμῖν ⟨⟨καὶ⟩⟩ ⟨⟨ἕτερον εἶδος⟩⟩ ⟨ἀσωμάτων,...⟩. [τούτῳ ἐναντίαι σχηματότητες] [τοῦτο ὑποδέχεται.] τὸ γοῦν ⟨ἄλογον⟩, κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας, πρός τινα λόγον ⟨κινεῖται⟩, καὶ [ὑποδεχθὲν] ⟨οὕτω κινηθὲν⟩ εὐθέως μεταβάλλεται εἰς [[ἕτερον εἶδος]] [κινήσεως] [τοῦτο δὲ] εἴδωλόν [ἐσ]τι τοῦ νοήματος τοῦ δημιουργοῦ.

τρίτον δέ ἐστιν ⟨ἐν ἡμῖν⟩ εἶδος ἀσωμάτων, ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός. [τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος.] καὶ τούτων εἰσὶ διαφορα⟨ὶ⟩ δύο· ἃ μὲν γάρ ἐστιν αὐτῶν ἰδίως ποιά, ἃ δὲ τοῦ σώματος ⟨...⟩. τὰ μὲν ἰδίως ποιὰ ⎡τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις⎤· τὰ δὲ τοῦ σώματος ⎡ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσμένον χρῶμα, ἔστι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος. ταῦτά ἐστι τούτων ἀμέτοχα.⎤

ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς ⟨μὲν⟩ τῷ θεῷ γενομένη, ἑαυτῆς ἐξουσίαν ἔχει, καὶ [τοῦ] σώζει[ν] ⟨τὸ⟩ ἕτερον αὑτὴν σώζουσα· ⎡ἔπειθ’⎤ αὐτὴ [ἡ] ⟨καθ᾽ αὑτὴν⟩ οὖσα ὑπὸ ἀνάγκην οὐκ ἔστι[ν], ⟨⟨καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν⟩⟩ ⟨⟨γίνεται⟩⟩. ὑπολειφθεῖσα δὲ [ὑπὸ] τοῦ θεοῦ, αἱρε⟨ῖ⟩ται τὴν σωματικὴν φύσιν, [[καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν]] [τ]οὕτω δὲ ⟨τῇ⟩ τοῦ κόσμου ⟨ἀνάγκῃ ὑποπίπτει⟩ [[γίνεται]].

τὸ δὲ ἄλογον ⎡πᾶν⎤ ⟨...⟩ κινεῖται πρός τινα λόγον ⟨....⟩

⟨...⟩ καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατ᾽ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθ᾽ εἱμαρμένην. [καὶ] οὖτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ ⟨κατ᾽⟩ ἀνάγκην καὶ καθ᾽ εἱμαρμένην.

Καὶ γέγονεν, ὦ τέκνον, ἡ ὕλη καὶ ⟨ἀεὶ⟩ ἦν. ὕλη γὰρ ἀγγεῖον γενέσεώς ἐστι· γένεσις δὲ ἐνεργείας τ⟨ρ⟩όπος τοῦ ἀγεν[ν]ήτου καὶ προόντος [τοῦ] θεοῦ. τὸ σπέρμα οὖν τῆς

γενέσεως ⟨ἀπὸ τοῦ θεοῦ⟩ λα[μ]β[αν]οῦσα γέγονε.

καὶ τρεπτὴ ἐγένετο, καὶ ἰδέας ἔ[ι]χε⟨ι πολλάς, ποικίλως⟩ μορφοποιουμένη· ἐφέστηκε γὰρ αὐτῇ τρεπομένη ἡ ⟨τοῦ θεοῦ ἐνέργεια⟩, τεχνιτεύουσα τὰς τῆς τροπῆς ἰδέας. ἀγεν[ν]ησία οὖν ⟨⟨ἡ⟩⟩ τῆς ὕλης ἀμορφία ἦν, [[ἡ]] [[δὲ]] γένεσις ⟨⟨δὲ⟩⟩ τὸ ἐνεργεῖσθαι.

... ⎡ὡς καὶ⎤ περὶ τῶν τριῶν χρόνων ⎡εὑρεῖν⎤. οὔτε γὰρ καθ᾽ ἑαυτούς εἰσιν οὔτε συνήνωνται· καὶ πάλιν, ⟨καὶ⟩ συνήναωνται καὶ καθ᾽ ἑαυτούς εἰσιν.

ἐὰν ⟨μὲν γὰρ⟩ χωρὶς εἶναι τοῦ παρεληλυθότος ὑπολάβῃς τὸν ἐνεστῶτα ⟨καὶ τοῦ ἐνεστῶτος τὸν μέλλοντα,...ἀδύνατον ⟨γάρ⟩ ἐστι ⟨τὸν⟩ [σ]ἐνεστῶτα ⟨γενέσθαι⟩ εἰ μὴ καὶ ⟨ὁ⟩ παρεληλυθὼς γένηται, ⟨καὶ τὸν μέλλοντα, εἰ μὴ καὶ ὁ ἐνεστώς·⟩ ἐκ γὰρ τοῦ ἀποιχομένου τὸ [σ]ἐνεστὸς γίνεται, καὶ ἐκ τοῦ ἐνεστῶτος τὸ μέλλον [ἔρχεται].

[[εἰ δὲ δεῖ..ἑστάναι δυνάμενος;]]

καὶ [πάλιν] ὁ παρεληλυθὼς συνάπτων τῷ ἐνεστῶτι, καὶ ὁ ἐνεστὼς τῷ μέλλοντι, εἷς γίνεται [[οὐ γὰρ χωρὶς αὐτῶν εἰσι]] [τῇ ταυτότητι καὶ τῇ ἑνότητι καὶ] τῇ συνεχείᾳ. ⟨⟨οὐκ ἄρ⟨α⟩ χωρὶς ⟨ἑ⟩αυτῶν εἰσι⟨ν⟩.⟩⟩

⟨ἐὰν δὲ συνηνῶσθαι ὑπολάβῃς,....⟩ οὕτω [καὶ συνεχὴς καὶ] διεστὼς γίνεται, εἷς ὢν καὶ ὁ αὐτός, ⟨ὁ⟩ χρόνος.

⟨⟨εἰ δὲ δεῖ καὶ ἐπὶ πλέον βασανίσαι, οὕτω λογισώμεθα·

τὸν μὲν παρεληλυθότα χρόνον ⎡οἰχεσθαι εἰς τὸ μηκέτι [οἴχεσθαι εἰς τὸ μηκέτι] εἶναι τοῦτον⎤, τὸν δὲ μέλλοντα μὴ ὑπάρχειν, ἐν τῷ μηδέπω παρεῖναι· ἀλλὰ μηδὲ τὸν ἐνεστῶτα ⎡συμπαρεῖναι⎤, ἐν τῷ ⟨μὴ⟩ μένειν. ὃς γὰρ οὐχ ἕστηκε⟨ν⟩ [[ῥοπήν]], ἔχων οὐδὲ κέντρου μονήν [χρόνου], πῶς ἐνεστὼς εἶναι λέγεται, ὁ μηδὲ ⟨⟨ῥοπὴν⟩⟩ ἑστάναι δυνάμενος;⟩⟩

νῦν δέ, ὦ τέκνον, ⟨ἐν⟩ κεφαλαίοις [τὰ ὄντα] ⟨πάντα⟩ διεξελεύσομαι· νοήσεις γὰρ τὰ λεγόμενα, μεμνημένος ὧν ἤκουσας.