Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[ἀστέρες δὲ ἄστρων διαφορὰν ἔχουσιν· ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα δὲ [ἐν] τῷ οὐρανῷ· ἐξ ὧν δώδεκα ζῴδια προσηγορεύσαμεν.]

ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτηϲ γενόμενοϲ θεάσασθαι, καὶ θεασάμενοϲ μακάριοϲ γενέσθαι.—Μακάριοϲ ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος.—Ἀλλ’ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι· δεῖ δὲ προγυμνάειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὸν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ.

ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ ⟨τοῦ⟩ μήτε σχῆμα μήτε χρῶμα [μήτε σῶμα] ἔχον⟨τος⟩.—Εἴη δ᾽ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν; —Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὂν ⎡τοῦ θεοῦ τὸ ὄνομα⎤.