Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ὀρθῶς ταῦτα ἀπέδειξας, ὦ πάτερ· ἐκεῖνο δὲ ἔτι με δίδαξον. ἔφης γάρ που τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἐνεργείαϲ εἶναι τοῦ λογικοῦ. νῦν δὲ φὴς τὰ ἄλογα ζῷα στερήσει τοῦ λογικοῦ ἄλογα εἶναι καὶ κεκλῆσθαι· δῆλον ⟨δ᾽⟩ ὅτι ἀνάγκη κατὰ τοῦτον τὸν λόγον τὰ ἄλογα ζῷα μὴ μετέχειν ἐπιστήμης μηδὲ τέχνης, διὰ τὸ ἐστερῆσθαι τοῦ λογικοῦἄνάγκη γάρ, ὦ τέκνον.

—Πῶς οὖν ὁρῶμεν, ὦ πάτερ, τινὰ τῶν ἀλόγων ἐπιστήμῃ καὶ τέχῃ χρώμενα, οἷον τοὺς μύρμηκας τὰς τροφὰς ἀποθησαυριζομένους [τοῦ χειμῶνος], καὶ τὰ ἀέρια ζῷα ὁμοίως καλιὰς ἑαυτοῖς συντιθέντα, τὰ δὲ τετράποδα γνωρίζοντα τοὺς φωλεοὺς τοὺς ἰδίους;

—Ταῦτα, ὦ τέκνον, οὐκ ἐπιστήμῃ οὐ⟨δὲ⟩ τέχνῃ ποιεῖ, ἀλλὰ φύσει. ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη διδακτ[ικ]ά εἰσι· ταῦτα δὲ τῶν ἀλόγων [οὐδεὶς] οὐδὲν διδάσκεται. ⟨καὶ⟩ τὰ ⟨⟨μὲν⟩⟩ [δὲ] φύσει γιγνόμενα ἐνεργείᾳ [[μὲν]] γίγνεται καθολικῇ· τὰ δὲ ἐπιστήμῃ καὶ τέχνῃ ⟨⟨γιγνόμενα⟩⟩ [εἰδόσι] ⟨τισὶ⟩ παραγίγνεται, οὐ πᾶσι [[γιγνόμενα]] [[ὑπὸ φύσεως ἐνεργεῖται]].

οἷον οἱ ἄνθρωποι ⟨πάντες⟩ ἄνω βλέπουσιν· ⟨τοῦτο μὲν γὰρ⟩ ⟨⟨ὑπὸ φύσεως ἐνεργεῖται·⟩⟩ οὐ πάντες δὲ ἄνθρωποι μουσικοί, οὐδὲ πάντες τοξόται ἢ κυνηγοί, οὐδὲ τὰ ἄλλα πάντα ⟨πράττουσι πάντες⟩, ἀλλὰ τινὲς αὐτῶν, ⟨ὅσοι⟩ τι ἔμαθον, ἐπιστήμης καὶ τέχνης ἐνεργούσης.

τὸν αὐτὸν τρόπον, ⟨εἰ⟩ οἱ μέν τινες τῶν μυρμήκων τοῦτο ἔπραττον, οἱ δ᾽ οὔ, καλῶς ἂν ἔλεγες ἐπιστήμῃ αὐτο⟨ὺς⟩ [τοῦτο πράττειν] καὶ τέχνῃ συνάγειν τὰς τροφάς· εἰ δὲ πάντες ὁμοίως ἄγονται [[ὑπὸ τῆς φύσεως]] ἐπὶ τοῦτο καὶ ἄκοντες, δῆλον ὅτι οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ τοῦτο πράττουσιν, ⟨⟨ὑπὸ ⟨δὲ⟩ τῆς φύσεως⟩⟩ ⟨ἀγόμενοι⟩.