Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨⟨⟨αἱ γὰρ⟩ αἰσθήσεις [μέν] εἰσὶ παθητικαί [δέ], κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ ⟨ἡ⟩ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται· ὑπὸ δὲ τῶν ἐνεργειῶν ⟨ἀποτελεῖται συναμφότερα⟩.⟩⟩—

Ἐν παντὶ οὖν ⟨παθητῷ⟩ σώματι αἴσθησις [αἰσθάνεται] ⟨γίνεται⟩;—Ἐν παντί, ὦ τέκνον· καὶ ⟨γὰρ⟩ ἐνέργειαι ⟨ἐν⟩ πᾶσιν ἐνεργοῦσι.—ΚἀΝ τοῖς ἀψύχοις, ὦ πάτερ;—ΚἀΝ ⟨τοῖς⟩ ἀψύχοις, ὦ τέκνον. διαφοραὶ δέ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν ⟨γὰρ⟩ τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων ⎡σωματικαί⎤ εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων ⟨...⟩.

[[αἰσθήσεις μέν εἰσι, παθητικαὶ δέ, κατὰ αὔξησιν μόνον δὲ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὲ τῶν ἐνεργειῶν.]]

τῶν δὲ ἐμψύχων [ζῴων] εἰσὶ δύο ἄλλαι ⎡ἐνέργειαι⎤, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά. χωρὶς τούτων ζῷον [ἔμψυχον] [καὶ μάλιστα] ⟨ἄ⟩λογ[ικ]ον αἰσθέσθαι ἀδύνατον· διὸ καὶ ἰδίας ταύτας εἶναί φημι [τῶν παθῶν ἰδέας] τῶν ⟨ἀ⟩λόγ[ικ]ων μᾶλλον ζῷων, ⟨ὡς τούτων μᾶλλον⟩ ἐπικρατούσας. [αἱ μὲν ἐνέργειαι ⟨ἀφανῶς⟩ ἐνεργοῦσιν, αἱ δὲ αἰσθήσεις τὰς ἐνεργείας ἀναφαίνουσιν.]

 αὗται δέ, οὖσαι σωματικαί, ἀνακινοῦνται ὑπὸ ⟨τῶν αἰσθήσεων, ἀντέχονται δὲ⟩ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν· διὸ καὶ

ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. τό τε γὰρ χαίρειν, μεθ᾽ ἡδονῆς τὴν αἴσθησιν παρέχον, πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει[ν] τῷ παθόντι· ἥ τε λύπη, ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχ⟨ουσα, τὸν βίον λυμαίν⟩εται. διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.—

⎡Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος⎤, ὦ πάτερ; —Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα;—⟨...⟩ ⎡ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις ἡ ἐν σώματι οὖσα τυγχάνει.⎤—Ἐὰν ἀσώματοΝ αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν ⟨εἶναι⟩. ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχή, ⎡οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα⎤· οὐκ ἂν οὖν εἴη ἀσώματον. εἰ δ᾽ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη. [τῶν γὰρ ὄντων Δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσωματα.]