Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

οὗτος ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. εἰ γὰρ [ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι] πολλὰ [δὲ] σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη ⟨...⟩, χωρὶς τῶν ⟨τῇ γενέσει⟩ ἑπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ⟨τῶν⟩ ὄντωΝ σωματ⟨ωτ⟩ικάς [[διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας]]· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν. ἕτεραι δέ εἰσιν ⟨ε⟩ἰδικαὶ ἐνέργειαι ⎡ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων⎤ ⟨......⟩

⟨⟨διὰ δὲ τῶν αἰσθήσεων [καὶ τῶν κινήσεων] ⟨φανερὰς⟩ γινομένας·⟩⟩ παρέπονται γὰρ ταῖς ἐνεργείαις [κ]αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν ⟨αἱ⟩ αἰσθήσεις εἰσί.

νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας ⟨καὶ αἰσθήσεως. ἡ μὲν γὰρ ἐνέργεια⟩ ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις, ἐν τῷ σώματι οὖσα, καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη

τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σαωματοποιήσασα. διόπερ ⟨τὰς μὲν ἐνεργείας ἀσωμάτους καὶ ἀθανάτους,⟩ τὰς ⟨δὲ⟩ αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, ⟨ἐπὶ⟩ τοσοῦτον συνεστώσας ὅσον καὶ τὸ σῶμα· καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι.

⟨⟨καὶ τὰ μὲν⟩⟩ ⟨θνητὰ σώματα αἴσθησιν ἔχει·⟩ τὰ δὲ ἀθάνατα σώματα [[αὐτὰ μὲν]] αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας ⟨οὐ⟩ τοιαύτης συνεστῶτα. ἡ γὰρ αἴσθησις οὐδ᾽ ὅλως ἄλου ἐστὶ [σωματικὴ] ⟨καταληπτικὴ⟩ ἢ τοῦ προσγινομένου τῷ σώματι [κακοῦ ἢ τοῦ ἀγαθοῦ], ἢ τοῦ πάλιν αὖ ἀπογινομένου· τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί ⟨τι⟩ οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.

⟨⟨⟨αἱ γὰρ⟩ αἰσθήσεις [μέν] εἰσὶ παθητικαί [δέ], κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ ⟨ἡ⟩ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται· ὑπὸ δὲ τῶν ἐνεργειῶν ⟨ἀποτελεῖται συναμφότερα⟩.⟩⟩—

Ἐν παντὶ οὖν ⟨παθητῷ⟩ σώματι αἴσθησις [αἰσθάνεται] ⟨γίνεται⟩;—Ἐν παντί, ὦ τέκνον· καὶ ⟨γὰρ⟩ ἐνέργειαι ⟨ἐν⟩ πᾶσιν ἐνεργοῦσι.—ΚἀΝ τοῖς ἀψύχοις, ὦ πάτερ;—ΚἀΝ ⟨τοῖς⟩ ἀψύχοις, ὦ τέκνον. διαφοραὶ δέ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν ⟨γὰρ⟩ τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων ⎡σωματικαί⎤ εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων ⟨...⟩.

[[αἰσθήσεις μέν εἰσι, παθητικαὶ δέ, κατὰ αὔξησιν μόνον δὲ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὲ τῶν ἐνεργειῶν.]]

τῶν δὲ ἐμψύχων [ζῴων] εἰσὶ δύο ἄλλαι ⎡ἐνέργειαι⎤, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά. χωρὶς τούτων ζῷον [ἔμψυχον] [καὶ μάλιστα] ⟨ἄ⟩λογ[ικ]ον αἰσθέσθαι ἀδύνατον· διὸ καὶ ἰδίας ταύτας εἶναί φημι [τῶν παθῶν ἰδέας] τῶν ⟨ἀ⟩λόγ[ικ]ων μᾶλλον ζῷων, ⟨ὡς τούτων μᾶλλον⟩ ἐπικρατούσας. [αἱ μὲν ἐνέργειαι ⟨ἀφανῶς⟩ ἐνεργοῦσιν, αἱ δὲ αἰσθήσεις τὰς ἐνεργείας ἀναφαίνουσιν.]

 αὗται δέ, οὖσαι σωματικαί, ἀνακινοῦνται ὑπὸ ⟨τῶν αἰσθήσεων, ἀντέχονται δὲ⟩ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν· διὸ καὶ

ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. τό τε γὰρ χαίρειν, μεθ᾽ ἡδονῆς τὴν αἴσθησιν παρέχον, πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει[ν] τῷ παθόντι· ἥ τε λύπη, ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχ⟨ουσα, τὸν βίον λυμαίν⟩εται. διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.—

⎡Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος⎤, ὦ πάτερ; —Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα;—⟨...⟩ ⎡ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις ἡ ἐν σώματι οὖσα τυγχάνει.⎤—Ἐὰν ἀσώματοΝ αὐτὴν θῶμεν, ὦ τέκνον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν ⟨εἶναι⟩. ἡ δὲ αἴσθησις οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχή, ⎡οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα⎤· οὐκ ἂν οὖν εἴη ἀσώματον. εἰ δ᾽ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη. [τῶν γὰρ ὄντων Δεῖ τὰ μὲν σώματα εἶναι, τὰ δὲ ἀσωματα.]