Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ κεχωρίσται, τέκνον Ὧρε, πρὸς μέτρον καὶ ἁρμονίαν. αἱ δὲ χῶραι αὗται ὑπὸ τῶν προγόνων καλοῦνται ὑφ᾽ ὧν μὲν ζῶναι, ὑφ᾽ ὧν δὲ στερεώματα, ὑπὸ δὲ ἑτέρων πτυχαί. ἐν δὲ ταύταις φοιτῶσιν αἵ τε ἀπολελυμέναι τῶν σωμάτων ψυχαὶ αἵ τε μηδέπω ἑνσαωματισθεῖσαι. ἑκάστη δὲ τούτων, ὦ τέκνον, κατὰ τὴν ἀξίαν καὶ χώραν ἔχει, ὥστε τὰς μὲν θείας καὶ βασιλικὰς ἐν τῇ ὑπεράνω πάντων κατοικεῖν, τὰς δὲ ἐλαχίστας κατὰ τιμΉν, καὶ [τὰς ἄλλας] ὅσαι εἰσὶ χαμαιπετεῖς, ἐν τῇ ὑποκάτω πάντων, τὰς δὲ μέσας ⟨ἐν⟩ τῇ μέσῃ.

αἱ μὲν οὖν εἰς τὸ ἄρχειν καταπεμπόμεναι, ὦ τέκνον Ὧρε, ἐκ τῶν ὑπεράνω ζωνῶν καταπέμπονται· αἳ καὶ λυθεῖσαι εἰς τὰς αὐτὰς ἢ καὶ ἔτι ὑπεράνω ἀνέρχονται, πλὴν εἰ μή τινές [ε]τι εἶεν ⟨παρὰ⟩ τὴν ἀξίαν τῆς ἑαυτῶν φύσεως καὶ τὴν τοῦ θείου νόμου παραγγελίαν πεπραχυῖαι· ⟨ταύτ⟩ας Γὰρ ἡ ἄνω πρόνοια πρὸς μέτρον τῶν ἁμαρτημάτων εἰς τὰς ὑποκάτω

χώρας ἐξορίζει, ὥσπερ καὶ τὰς ὑποδεεστέρας δυνάμει τε καὶ ἀξίᾳ ⟨...⟩ ἐκ [γὰρ] κατωτέρων ἐπὶ [μείζονας καὶ] ὑψηλοτέρας ἀνάγει.

⟨...⟩ εἰσὶ γὰρ ⎡ἄνωθεν οἱ⎤ ⟨...⟩, δορυφόροι ὄντες τῆς καθόλου προνοίας, ὧν ὁ μὲν ψυχοταμίας, ὁ δὲ ψυχοπομπός· καὶ ὁ μὲν ψυχοταμίας ⟨...⟩ ψυχῶν, ὁ δὲ ψυχοπομπὸς ἀποστολεύς τε καὶ διατάκτης τῶν ἐνσωματοΥμένων [ψυχῶν]· καὶ ὁ μὲν τηρεῖ, ὁ δὲ προίΗσσι κατὰ γνώμην τοῦ θεοῦ.

⎡τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, καὶ τῇ ἄνω τῶν πραγμάτων ἐξαλλαγῇ καὶ⎤ ἐπὶ γῆς ἐστιΝ ἡ φύσις, [[πλάστρια]] ⟨⟨σκηνοποιὸς⟩⟩ [γὰρ] οὖσα, καὶ [[σκηνοποιὸς]] ⟨⟨πλάστρια⟩⟩ ⟨τῶν⟩ ἀγγείων εἰς ⟨ἃ ἐμ⟩βάλλονται αἱ ψυχαί. παρεστᾶσι δὲ δύο ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία. καὶ ἡ μὲν ΜνΉμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ φύσις [τηρῇ καὶ] περικρατῇ τοῦ [τε ἑκάστου] τύπου ⟨τοῦ⟩ ἐξ ἀρχῆς καταβεβλημένου, καὶ τοῦ παρα⟨δείγ⟩ματος τοῦ ἄνω ⟨εἰκὼν⟩ γίγνΗται ⟨...⟩· ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ ⟨ἐν⟩σωμα[κ]τισθῆναι καὶ τὸ πλάσμα [ἐνεργῆ καὶ] γένηται, καὶ ταῖς μὲν ὀξέσι τῶν ψυχῶν ὀξέα γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσιν ἐνεργῆ, καὶ ταῖς νωθραῖς νωθρά, καὶ ταῖς δυναταῖς δυνατά, καὶ ταῖς δολίαις δόλια, καὶ ἁπαξαπλῶς ἑκάσταις κατὰ τὸ εἰκός.

⟨...⟩ οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε⟨ν ἡ φύσις⟩, [[λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,]] τετραπόδων Δὲ τὰ μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλα⟨ί⟩ς ἐκαρτέρωσε. τὰ δὲ ἑρπετὰ ⎡εὐχαίτοις⎤

σώμασι καὶ [εὐ]ὑποχωρητ⟨ικ⟩οῖς ἐμαλάκυνε, καὶ ὅπως μὴ τ῀ιΗ τοῦ σώματος ὑγρότητ⟨ι⟩ τέλεον ἀσθενῆ ⎡διαμένῃ⎤, ὦν μὲν τὰ στόματα [καὶ τοῖς] ὀδοῦσιν ἐχαράκωσεν, ὧν δὲ τοὺς ὄγκους α᾽ΥξΉϲασ⟨α⟩ δύναμιν περιέθηκεν. [οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ⟨...⟩ ἰσχυρότερα τῶν ἄλλων.] τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ ἐν ᾧ τὸ [φῶς] ⟨πῦρ⟩ οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει· ⟨ἐν⟩ γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει· ἕκαστον δὲ αὐτῶν [ἢ φολίσιν ἢ ἀκάνθαις] ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν, καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ. ⟨⟨λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,⟩⟩ ⟨...⟩.

εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθ᾽ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς· εἰς δὲ πτηνὰ τὰς ⎡ἀπανθρώπους⎤· εἰς δὲ τετράποδα ⟨τὰς⟩ ⎡ἀκρίτους⎤, νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς· εἰς δὲ ἑρπετὰ τὰς δολίας, οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει· εἰς δὲ [τὰ] νηκτὰ τὰς δειλάς, καὶ ὅσα⟨ι⟩ τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια⟨ι⟩ τυγχάν⟨ου⟩ϲι.

γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ ⟨γένει⟩ εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει ⎡μὴ καταχρώμενον⎤.—Πῶς [πάλιν], ὦ τεκοῦσα; εἶπεν Ὧρος.—καὶ ἀπεκρίθη Ἶσις· Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, ⟨πτηνὸν δὲ...,⟩ τετράπουν δὲ τὴν ἀνάγκην παραλλάξαι, ἑρπετὸΝ δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς δειλίας καταφρονῆσαι [καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκπεσεῖν].

[[καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεαως αὐτῶν καὶ τῆς σωματουργίας τοσαῦτα.]]

συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει ⟨ἀνθρώπων⟩ εὑρίσκεσθαι [καὶ γένει τῶν προκειμένων] βασιλικάς τινας ψυχάς. [[καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρου τὰς δὲ ψυχρὰς τὰς δὲ ὑπερηφάνους τὰς δὲ πραείας τὰς δὲ βαναύσους τὰς δὲ ἐμπείρους τὰς δὲ ἀπείρους τὰς δὲ ἀργὰς τὰς δὲ ἐνεργεῖς τὰς δὲ ἄλλο τι ἄλλως οὔσας. συμβαίνει δὲ τοῦτο

παρὰ τὴν τῶν τόπων θέσιν ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καὶ θάλλονται αἱ ψυχαί. αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι τῆς ὁμοιοπάθους βασιλευούσης ψυχῆς.]]

πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἱ μὲν γάρ εἰσ⟨ι⟩ ⎡ψυχῶν αἱ δὲ σωμάτων,⎤ αἱ δὲ τέχνης ⟨κ⟩αὶ [δὲ] ἐπιστήμης, αἱ δὲ αὖ τῶν ⟨⟨καὶ [ἑαυ]τῶν⟩⟩. —Πῶς πάλιν; εἶπὲν Ὧρος [[καὶ ἑαυτῶν]].—Οἶον, ὦ τέκνον ῟Ωρ⟨ε⟩, ἀπογεγονότων [ἤδη ψυχῶν] μὲν ⟨βασιλεὺς⟩ Ὄ σιρις ὁ πατήρ σου, [σωμάτων] ⟨ζώντων⟩ δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· [βουλῆς δὲ ὁ πατὴρ πάντων·] καὶ καθηγητ⟨ικ⟩ῆς ὁ τρισμέγιστος Ἑρμῆς, ἰατρικῆς δὲ [ὁ] Ἀσκληπιὸς ὁ Hφαίστοιυἰσχύο. [ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ᾽ ὅν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἁρνεβεσχῆνις· ποιητικῆς δὲ πάλιν [ὁ] Ἀσκληπιὸς ⟨ὁ καὶ⟩ Ἰμούθης.] καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάϲῃς, πολλοὺς [καὶ] πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας.

ἀλλ᾽ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ο⟨ἱ⟩ δὲ τῶν κατὰ μέρος ⟨...⟩. ⎡ἐκείνην ἔσχε τὴν ἀφ᾽ οὗ τόπου ἐστὶν βασιλικωτέραν⎤. ⟨⟨ϲΥΜΒαίνει[ν] δὲ ⟨εὑρίσκεσθαι⟩ καὶ ἄλλας ἀλλοίας, τὰς μὲν διαπύρου⟨ς⟩ τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους τὰς δὲ πραείας [τὰς δὲ βαναύσους], τὰς δὲ ἐμπείρους τὰς δὲ ἀπείρους, [[τὰς δὲ ἀργὰς]] τὰς δὲ ἐνεργεῖς ⟨⟨τὰς δὲ ἀργάς⟩⟩, τὰς δὲ ⟨κατ᾽⟩ ἄλλο τι ἀλλοίας οὔσας· συμβαίνει δὲ ⟨καὶ⟩ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν ὅθεν εἰς τὸ ἐνσωματισθῆναι κα[ι]θάλλονται αἱ ψυχαί. οἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδΉσ⟨α⟩Ντες ⎡ὁμοιοπάθους⎤ βασιλεύουσΙΝ [ψυχῆς]⟩⟩·

[[διαζώματος τετευχότες πυρὸς ἐργάται γίγνονται καὶ τροφῆς]] [οἱ δὲ ἀπὸ ὑγροῦ ἐν ὑγροῖς διαζώμασιν] οἱ δὲ ἀπὸ ἐπιστημονικοῦ καὶ τεχνικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας, ⟨οἱ δὲ ἀπὸ ἐνεργοῦς⟩ ⟨⟨διαζώματος ⟨κα⟩τελΗλΥΘότες [πυρὸς] ἐργάται γίγνονται καὶ τροφεῖς,⟩⟩ οἱ δὲ ἀπὸ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. πάντων γὰρ τῶν ἐπὶ γῆς,

ὦ τέκνον, [διὰ λόγου καὶ ἔργου πραΤΤΟΜέΝων] ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς ’οὐσίας καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε.

καὶ πάλιν ἀνέρχεται ⟨πάντα ἐκεῖσε ὅθεν⟩ [ἵνα] κατέβη. —Πῶς [πάλιν] λέγεις τοῦτο, ὦ τεκοῦσα; παράδειξον.—Καὶ ἀπεκρίθη Ἶσις [πάλιν]· Τῆς παλινδρομίας ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὅ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν, ⟨ὅθ⟩εν ἐλάβομεν. καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι· αἳ ἐπειδὰν μΎσωσι τὰ δεκτικὰ [ἑαυτῶν] τοῦ πνεύματος στόματα, τότε ⟨αὐτοὶ⟩ ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ᾽ ἀναβεβήκαμεν.

⟨⟨καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεως αὐτῶν [καὶ τῆς σωματουργίας] τοσαῦτα.⟩⟩ προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκ τ῀Ης τοῦ φυράματος συσταθμίας.—Τί δέ ἐστιν, Ὧρος εἶπε, τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα;—Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς [κράσεως καὶ συνόδου] ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν ⟨τῷ⟩ σώματι, ἀμφοτέροις μεταδιδοὺς [τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ] τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ σωματικῶν ⎡ἐναλλοιώσεων⎤ γίνονται.

εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν ⎡διάπηξιν⎤ πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα [ἐκπυρωδεστέρα γενομένη] ποιεῖ τὸ ζῷον ἐΝεργότερον καὶ θυμικόν [τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον].

εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα [καὶ] κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται

τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι.

εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα [καὶ] τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔ[χ]ρουν [καὶ εὐφυὲς] καὶ εὐπερίχυτον, ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα [ἑνωτικὸν καὶ] κοινωνικὸν τοῦ ὕδατος· [ἐφιζάνει] ⟨ἑνοῦται⟩ γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν ⟨⟨καὶ περιλαΒὸΝ⟩⟩ εἰς ἑαυτὸ[ν] ἀναλύει [[καὶ περιλαμβάνει]], ὀλίγον δ᾽ ὑπάρχον καὶ καταδὺ[σα]ν ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ τῆς πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐ ⟨συ⟩νάγεται, ἀλλὰ μικρᾷ τινι [νόσου] ἀφορμῇ λύεται [καὶ τοῦ ἰδίου συνδέσμου κατ᾽ ὀλίγον ἐκπίπτει].

εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα [μὲν] τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν [σωματικὴν] ⟨ἰδίαν⟩ ἀραιότητα εὔλυτον, [οὐδὲ ⎡τοῦ δι᾽ οὗ⎤ ⟨ἐκ⟩πηδῆσαι ⟨δύνα⟩ται, πεπαχυ⟨σ⟩μένων τῶν αἰσθητικῶν μερῶν, ἀλλ᾽ ἔνδον μένει παρ᾽ ἑαυτῇ,] ⟨ἀλλὰ⟩ ὑπὸ [βάρους καὶ] ⟨τῆς⟩ πυκνότητος ⟨τοῦ...⟩ πεδηθεῖσα· τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρύ, καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεαως μετακινούμενον.

εἰ δὲ σύμμετρος γένοιτο ἡ. πάντων ⟨σύ⟩στασις, τότε τὸ ζῷον θερμὸν ⟨μὲν⟩ εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, ⎡εὔκρατον⎤ δὲ εἰς ⎡ἁφήν⎤, ⎡γενναῖον⎤ δὲ εἰϲ τῆξιν κατασκευάζεται.

⟨⟨[αὐ]τὸ μὲν γὰρ [τὸ] γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς ⎡συμπαγίαν⎤ περίχυσις, τὸ [γὰρ] ⟨δὲ⟩ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ.⟩⟩

ὅσα οὖν [τῷδε τῷ λόγῳ] κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ⟨ὀλίγου δὲ ὕδατος καὶ γῆς,⟩ ταῦτα ἀπωρνέωται, καὶ ἄνω παρ᾽ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις ἐξ ὧν καὶ ἐγένετο.