Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον ἐπεράτα.καὶ εἶπεν Ὧρος· Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω πῶς γίγνονται βασιλικαὶ ψυχαί.—καὶ εἶπεν Ἶσις· Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. [ἐπεὶ γὰρ] τόποι τέσσαρές εἰσιν ἐν τῷ παντί, οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ ⟨βασιλικῇ⟩ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ⟨ὁ⟩ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ [ἱερωτάτη] γῆ. καὶ ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει

μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὦν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ [δὲ μόναι], ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι [καὶ τὰ λοιπὰ ζῷα], ὦν ἄρχει ὁ ⟨ἀεὶ⟩ [[κατὰ καιρὸν]] βασιλεύς· γεννῶσι γάρ ⟨⟨κατὰ καιρόν⟩⟩, ὦ τέκνον, [βασιλεῖς] ⟨ἄνθρωπον⟩ οἱ θεοὶ ἐπάξιοΝ τῆς ἐπιγείου (ἡ⟩γ⟨εμ⟩ονίας.

καί εἰσιν οἱ ⟨ἄλλοι⟩ ἄρχοντες τοῦ ⟨ἐν οὐρανῷ⟩ βασιλέως ἀπόρροιαι· ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον, οὗτος καὶ τῶν ἄλλων βασιλικώτερο. ὁ μὲν γὰρ ἥλιος, καθὸ ἔγγιόν ἐστι τοῦ θεοῦ, τῆς σελήνης ἐϲτὶ μείζων καὶ δυναμικώτερος· [ᾧ δευτερεύει ἡ σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν·] ⟨ἡ δὲ σελήνη....⟩

καὶ ὁ [μὲν] ⟨ἐπὶ γῆς⟩ βασιλεὺς τῶν μὲν [ἄλλων θεῶν] ⟨δ᾽ ἀρχόντων⟩ ἐστὶν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων. καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θε[ι]ότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρ⟨ὰ τοὺς ἄλλους⟩ ἀνθρώποΥς, ὃ ὅμοιόν ἐστι τῷ θεῷ· ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχή [ἐξ ἐκείνου] ἐστι⟨ν ἐκ⟩ [τοῦ] χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων ἀφ᾽ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους.

καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον· αἱ ⟨μὲν⟩ [γὰρ] καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον ἀΓῶνα, καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἀν τῷ βασιλεύειν ⟨εἰς⟩ τὴν τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ ⟨δέ⟩, θεῖαί τινες ἤδη οὖσαι, καὶ ἐΝ μικρῷ τινι παραθεμιστεύσασαι τὸν [ἐν] θε⟨ῖ⟩ον γνώμονα, ἵνα [μὴ] κόλασιν μὲν ἐν τῷ ⟨ἐν⟩σεσωματίσθαι ὑπομένωσι [δι᾽ ἀδοξίαν καὶ φύσιν], μηθὲν ⟨δὲ⟩ ὅμοιον ταῖς ἄλλαις πάσχωσιν [ένσαωματισθεσαι], ἀλλ᾽ ὅπερ ⟨προ⟩εῖχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ⟨προ⟩έχωσιν.

αἱ μέντοι περὶ τὰ ἤθη τῶν βασιλευόντων γιγνόμεναι διαφοραὶ οὐκ ἐν τῇ τῆς ψυχῆς φΎσει κρίνονται, πᾶσαι γὰρ θεῖαι, ἀλλ᾽ ἐν τῇ τῶν δορυφορησάντων αὐτῆς τὴν κατάΒασιν

ἀγγέλων καὶ δαιμόνων. αἱ γὰρ τοιαῦται καὶ ἐπὶ τοιαῦτα κατερχόμεναι δίχα προπομπῆς καὶ δορυφορίας οὐ κατέρχονται· οἶδε γὰρ ἡ ἄνω δίκη τὴν ἀξίαν ἑκάστῳ νέμειν, κἂν ἐκ τῆς 6 εὐημερούσης χώρας ἀπωθῶνται.

ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, τέκνον Ὧρε, πολεμικοὶ ὦσι, ⟨τότε καὶ αὐτὴ πολεμεῖ·⟩ [τούτων ⟨γὰρ⟩ περικρατεῖ[ν] τῆς γνώμης ἡ ψυχή [ἔχει ἢ] ἐπιλαθομένη τῶν ἑαυτῆς ἔργων, μΌΝων δὲ μεμνημένη [τούτων μέχρι] τῶν ⟨ἀπὸ⟩ τῆς [ε] ἱερᾶς συνοδίας προσγεγονότων·] ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ [τὸν ἴδιον δρόμον] εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ἄδειὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλοσοφεῖ. ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι γνώμης· πίπτουσι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι [καὶ παρόσον μακρὰν αὐτῆς ἀπέστησαν], μεμνη⟨μέ⟩Ναι δὲ τῆς τῶν κατακλεισάντων αὐτὰς διαθέσεως.—

Καλῶς,εἶπεν Ὧρος, [ἅπαντα] ⟨ταῦτά⟩ μοι ⟨ἐξήπλωσας⟩, ὦ τεκοῦσα· πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω.— [Πῶς γίγνονται εὐγενεῖς ψυχαί.] Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧ ρε, εἰσί τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὡρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὡρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης. ὅνπερ γὰρ τρόπον ἐΝ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου,—τὸ γὰρ [[ἐν ταῖς ψυχαῖς]] ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ⟨ται⟩ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης,οὔταω δή, ὦ τέκνον, καὶ ⟨⟨ἐν ταῖς ψυχαῖς⟩⟩ ⟨ἔχει⟩.—

⟨Πῶς ὦ τεκοῦσα⟩, ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί;—[Πῶς ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί.] Αἱ ψυχαί, ὦ τέκνον Ὧρε, ὁμοφυεῖς εἰσιν ἑαυταῖς, καθάπερ ἐξ ἑνὸς οὗσαι χωρίου, ἐν ᾧ αὐτὰς διετύπωσεΝ ὁ δημιουργός, καὶ οὔτε εἰσὶν ἄρρενες οὔτε θήλειαι. ἡ γὰρ τοιαύτη [διάθεσις] ⟨⟨διαφορὰ⟩⟩ ἐπὶ σωμάτων γίγνεται, καὶ οὐκ ἐπὶ

ἀσωμάτων.

ἡ δὲ [[διαφορὰ]] ⟨αἰτία⟩ τοῦ τὰς μὲν ⟨τῶν ἀρρένων⟩ ⟨ὀ⟩βριμω[δεσ]τέρας εἶναι, τὰς δὲ ⟨τῶν θηλειῶν⟩ εὐαφεῖς, ⟨...⟩ ⎡ὁ ἀήρ ἐστι, τέκνον Ὧρε, ἐν ᾧ πάντα γίγνεται· ἀὴρ δὲ ψυχῆς ἐστιν⎤ ⟨...⟩ αὐτὸ τὸ σῶμα ὃ περιβέβληται, ὅπερ στοιχείων ἐστὶ φύραμα, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός. ἐπεὶ οὖν τὸ μὲν τῶν θηλειῶν σύγκριμα πλεονάζει μὲν τῷ ὑγρῷ καὶ ⟨τῷ⟩ ψυχρῷ, λείπεται δὲ τῷ ξηρῷ καὶ ⟨τῷ⟩ θερμῷ, παρὰ τοῦτο ἡ εἰς τοιοῦτον πλάσμα συγκλειομένη ψυχὴ δίυγρος γίγνεται καὶ τρυφερά, ὥσπερ ἐπὶ τῶν ἀρρένων τὸ ἐναντίον ἐστιν εὑρεῖν· ἐΝ γὰρ τούτοις πλεονάζει μὲν τὸ ξηρὸν καὶ τὸ θερμόν, λείπεται δὲ τὸ ψυχρὸν καὶ ⟨τὸ⟩ ὑγρόν, ⟨καὶ⟩ διὰ τοῦτο αἱ ἐν τοιούτοις σώμασι ψυχαὶ τραχεῖαι καὶ ἐργατικώτεραί εἰσι.—

Πῶς γίγνονταί [αἱ] ψυχαὶ συνεταί, ὦ τεκοῦσα;—καὶ ἀπεκρίθη Ἶσις· [Πῶς γίγνονται αἱ ψυχαὶ] Τὸ ὁρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. ὅταν οὗτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, ἈΜΒλυωπεῖ ὁ ὀφθαλμός· ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε ὀξυωπέστατα βλέπει. οὕτως καὶ ἐπὶ τῆς ψυχῆς· ἔχει γὰρ καὶ αὕτη ἴδια περιβόλαια, ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. τὰ δὲ περιβόλαια ταῦτα ἀ⟨έ⟩ρος ⟨χιτῶνές⟩ εἰσι το῀Υ ἐν ἡμῖν. ὅταν οὗτοι ὦσι λεπτοὶ καὶ ἀραιοὶ καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχή ἐστιν· ὅταν δὲ τοὐναντίον πυκνοὶ καὶ παχεῖς καὶ τεθολωμένοι, [[τότε]] ὡς ἐν χειμῶνι, ⟨⟨τότε⟩⟩ ἐπὶ μακρὸν οὐ βλέπει, ἀλλὰ τ⟨οσ⟩αῦτα ὅσα παρὰ ποσὶ κεῖται.—

καὶ εἶπεν Ὧ ρος· Διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι [ταῖς διανοίαις] οὐχ οὝτως εἰσὶ συνετοὶ ὡς οἱ ἡμέτεροι;—καὶ εἶπεν Ἶσις· Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται, ὥσπερ ἄνθρωπος, ⟨πρὸς⟩

οὐρανὸν βλέπουσα. μεμέρισται δὲ καθ᾽ ὅσα μέρη ὁ ἄνθρωπος μερίζεται· [⟨ἐμ⟩βλέπει δ᾽ [ἐν] οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ [τὰ ἴδια] συμμεταβάλλῃ· καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ ⟨τὸν⟩ δεξιὸν ὦμον, ⟨πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον,⟩ ὑπὸ ⟨δὲ⟩ τῊΝ ἄρκτοΝ τοὺς πόδας, [τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου,] τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον [τὰ δὲ μέσα ἐν τοῖς μέσοις].

καὶ τούτου σημεῖόν ἐστι τὸ τοὺς μὲν νοτιαίους τῶν ἀνθρώπων καὶ ἐπὶ τῇ κορυφῇ ⟨τῆς γῆς⟩ οἰκοῦντας εὐκορύφους ⟨⟨εἶναι⟩⟩ καὶ καλλίτριχας, τοὺς δὲ ἀπηλιωτικοὺς πρὸς μάχην προχείρους [[εἶναι]] καὶ τοξι[α]κούς,—[αἰτία] ⟨κρείττων⟩ γὰρ τούτοιϲ ἡ δεξιὰ χείρ ἐστι,—τοὺς δ᾽ ἐν τῷ λιβὶ ⎡ἀσφαλεῖς⎤ εἶναι καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀριστερομάχους [καὶ ⟨ἐν⟩ ὅσοιϲ ἄλλοι τῷ δεξιῷ μέρει ἐνεργοῦσιν, αὐτοὺς τῷ εὐωνύμῳ ⎡προστιθεμένους⎤], τοὺς δὲ ὑπὸ τὴν ἄρκτον [πρός τινα] ⟨...⟩ τοὺς πόδας, καὶ ἄλλως εὐκνήμους. [τοὺς] ⟨οἱ⟩ δὲ μετὰ τούτους καὶ μικρῷ πόρρω [τὸ νῦν Ἰταλικὸν κλίμα καὶ τὸ Ἑλλαδικόν], πάντες δῊ οὗτοι καλλίμηροί εἰσι καὶ εὐπΥγ[ον]ότεροι [ὥστε τῇ τοῦ κάλλους τῶν μερῶν τούτων ὑπερβολῇ καὶ τοὺς ἐνταῦθα ἀνθρώπους καταβαίνειν πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν.]

πάντα δὲ ταῦτα τὰ μέρη ⟨τῆς γῆς⟩, πρός ⟨τινα μὲν ἐνεργὰ ὄντα, πρὸς δὲ⟩ τὰ ἄλλα ἀργά [ὄντα], ἀργοτέρους ⟨τὴν νόησιν⟩ ἤνεγκε καὶ τοὺς ἀπ᾽ αὐτῶν ἀνθρώπους. ἐπειδὴ δὲ ἐν τῷ μέσῳ τῆς γῆς κεῖται ἡ τῶν προγόνων ἡμῶν ἱερωτάτη χώρα, τὸ δὲ μέσον τοῦ ἀνθρωπίνου σώματος [μόνης] τῆς καρδίας ἐστι σηκός, τῆς δὲ ψυχῆς ὁρμητήριόν ἐστι⟨ν ἡ⟩ καρδία, παρὰ ταύτην τὴν αἰτίαν, ὦ τέκνον, ⟨οἱ⟩ ἐνταῦθα ἄνθρωποι τὰ μὲν ἄλλα ἔχουσιν οὐχ ἧττον ὅσα καὶ πάντες, ἐξαίρετον δὲ τῶν πάντων νοερώτεροί εἰσι [καὶ σώφρονες], ὡς ἂν ἐπὶ καρδίας ⟨γῆς⟩ γενόμενοι καὶ τραφέντες.

ἄλλως τε, ὁ μὲν νότος, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν, ⟨...⟩. αὐτίκα γοῦν καὶ

διὰ τὴν οὕτως αὐτῶν γενομένων ἐκεῖ⟨σε⟩ [κ] ἀΝακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν καὶ τὸν ἡμέτερον πο⟨ταμόν⟩, λυομένης ἐκεῖ τῆς ⎡πάχνης⎤. ὅπου δ᾽ ἂν ἐμπέσῃ νεφέλη, τὸν Ὑποκείμενον ἤχλυσεν ἀέρα, καὶ τρόπον τινὰ καπνοῦ κατέπλΗσε· καπνὸς δὲ ἢ ἀχλὺς οὐ μόνον ὀΜμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ. ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ σύνεΓΓΥϹ τοῦ ἡλίου ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λίψ μετέχων τῶν αὐτῶν κατὰ δυσμάς, ⟨οὐκ⟩ [οὐδεμίαν] εἰλικρινῆ ⟨τὴν⟩ [ἐπι] σΎΝεσιν ποιοῦϲι τῶν παρ᾽ αὐτοῖς γεννωμένων ἀνθρώπων· ὁ δὲ βορέας τῇ συμφάτῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν· σωμάτων καὶ τὸν νοῦν τῶν ὑπ᾽ αὐτὸν ἀνθρώπων.

τὸ δὲ μέσον τούτων, [εἰλικρινὲς ὂν καὶ] ἀτάραχον ⟨ὄν⟩, καὶ ⟨αὐτὸ καθ⟩ ἑαυτὸ προ[λ]έχει, καὶ τοῖς ἐν αὐτῷ ⟨γεννωμένοις⟩ [πᾶσι]· τῇ γὰρ συνεχεῖ ⟨εύ⟩Ημερ[ιμν]ίᾳ ⟨συνετοὺς⟩ γεννᾷ. καὶ ⟨ἀλλοφύλους δὲ⟩ κοσμοῖ καὶ παιδεύει· καὶ ⟨γὰρ⟩ μόνον ⟨ὅ⟩ϲοις ⟨⟨ἐρίζει⟩⟩, τοσούτοΥς [[ἐρίζει]] καὶ νικᾷ, καὶ [[ἐπιστάμενον τὴν ἰδίαν]] νικῆ⟨σα⟩ν, ὥσπερ σατράπηΝ ἀγαθὸΝ τοῖς νενικημένοις [καὶ] ⟨⟨ἐπιστΉμΗν [ον] τὴν ἰδίαν⟩⟩ ἐπιδίδωσι.—

Καἰ τοῦτό μοι, κυρία μῆτερ, ἔκθου· παρὰ ποίαν αἰτίαν ἔτι ζώντων ἀνθρώπων ἐν ταῖς μακραῖς νόσοις καὶ ὁ [λόγος καὶ αὐτὸς ὁ] λογισμὸς καὶ αὐτὴ ἡ ψυχὴ ἔσθ᾽ ὅτε βλάπτεται καὶ ἀπεκρίθη Ἶσις· Τῶν ζῴ[ντ]ων, ὦ τέκνον, τὰ μὲν ᾠκείωται πρὸς τὸ πῦρ, τὰ δὲ πρὸς τὸ ὕδωρ, τὰ δὲ πρὸς ἀέρα, τὰ δὲ πρὸς γῆν, τὰ δὲ πρὸς τούτων δύο ἢ τρία [τὰ δὲ καὶ πρὸς τὰ ὅλα]· ⟨καὶ⟩ πάλιν αὖ τὰ μὲν ἀπηλλοτρίωται τοῦ πυρός, τὰ δὲ τοῦ ὕδατος, τὰ δὲ τῆς γῆς, τὰ δὲ τοῦ ἀέρος, τὰ δὲ δύο τούτων, τὰ δὲ τριῶν [τὰ δὲ τῶν ὅλων].

οἷον ἀκρὶς μέν, ὦ τέκνον, καὶ πᾶσα μυῖα φεύγει τὸ πῦρ, ἀετὸς καὶ κίρκος καὶ ὅσα ὑψιπετ⟨έστ⟩ερά ἐστι τῶν ὀρνέων φεύγει τὸ ὕδωρ, ἰχθύες ἀέρα καὶ γῆν, ὄφις τὸν ἀέρα τὸν εἰλικρινῆ ἀποστρέφεται· φιλοῦσι δὲ

τὴν μὲν γῆν οἱ ὄφεις καὶ ὅσα ἕρπει, τὸ δὲ ὕδωρ τὰ [κι] νη⟨κ⟩τὰ πάντα, τὸν δὲ ἀέρα τὰ πτηνά [ἐν ᾧ καὶ πολιτεύεται], τὸ δὲ πῦρ ὅσα ὑπερπετῆ ἐστι καὶ ἐγγὺς ⟨ἡλίου ἔχει⟩ τὴν δίαιταν. [οὐ μὴν ἀλλὰ καί τινα τῶν ⟨ἄλλων⟩ ζῴων φιλεῖ τὸ πῦρ, οἷον αἱ σαλαμάνδραι· ἐν γὰρ τῷ πυρὶ καὶ φωλεύουσιν.]

⟨...⟩ ⎡ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων.⎤ πᾶσα οὖν ψυχή, ἐν τῷ σώματι οὖσα, βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τούτοις. [καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι.] διὰ τοῦτο οὖν οὐκ ἔχει ⟨ἑντ⟩αῦθa τὴν ἀκροτάτην εὐδαιμονίαν, ἀλλ᾽ ὡς ἂν φύσει θεία οὖσα κἀν τούτοις οὖσα ⎡μάχεται⎤· καὶ νοεῖ, ἀλλ᾽ οὐχ ὅσα ἂ⟨ν⟩ ἐνόησεν ἀσύνδετος οὖσα σώματι. ἐὰν μέντοι [καὶ] τοῦτο σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ ⎡φόβου⎤, τότε καὶ αὐτὴ ὥσπερ ἐν βυθῷ ⟨πεσὼν⟩ ἄνθρωπος ἐπικυμαίνεται, καὶ οὐδὲν ⟨ἀνθ⟩ισταμένΗ φέρετ⟨αι⟩.