Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ δὴ ⟨⟨τὸ πῦρ, πρῶτον⟩⟩ ⟨γὰρ⟩ [καὶ] εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν [[τὸ πῦρ πρῶτον]], Δέσποτα [δὲ] ἔλεγε καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα, ⟨οὗ⟩ καὶ [[κρυπτὸν]] ⟨⟨σεβαστὸν ⟨τὸ⟩ ὄνομα⟩⟩ ἐν θεοῖς καὶ ⟨⟨κρυπτὸν⟩⟩ [[σεβαστὸν ὄνομα]] [μέχρι νῦν ἅπασιν] ἀνθρώποις, μέχρι πότε [ὦ δαῖμον] ἄθεον καταλεῖψαι τὸν θνητῶν βίον προ[ς]αίρεσιν ἔχεις; ⟨⟨οὐκ ἐῶσί Με ⎡μένειν⎤ εἰς ὃ πέφυκα, παραχαράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον·⟩⟩ ⟨⟨μ⟨ι⟩αίνομαι γάρ, ὦ δέσποτα, [μέχρι νῦν,] καὶ ὑπὸ τῆς τῶν [γενομένων] ἀνθρώπων [ἀθέου] τόλμης σάρκας ἀναγκάζομαι τήκειν.⟩⟩

ἀνάΔειΖον ἤδη σεαυτὸν χρῃματιζοντι τῷ κόσμῳ, καὶ τοῦ βίου τὸ ἄγριον λῦ[η]σον. [[εἰρήνῃ χάρισο νόμους τῷ βίῳ. χάρισαι νυκτὶ χρησμούς.

πλήρωσον καλῶν ἐλπίδων πάντα.]] φοβείσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν, καὶ οὐδεὶς ἁΜαρτήσει. [ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολάβωσι⟨ν οἱ ἁμαρτόντες⟩, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν.] [φοβηθήσονται ὅρκους, καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει.] ⟨⟨εἰρήνηΝ χαρισάΜΕΝος τῷ βίῳ [χάρισαι νυκτὶ χρησμούς] πλήρωσον καλῶν ἐλπίδων πάντα·⟩⟩ ⟨καὶ⟩ μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα [χαῖρον] [παρὰ λοιβαῖς] παρὰ θυσίαις ὑπηρετ⟨οῦν⟩ ἐΓὼ τὸ πῦρ [ἵν᾽] εὐώδεις ἀτμοὺς ἀπ᾽ ἐσχάρας προπέμψω σοι. [[μαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν, καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι τήκειν.]] [[οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχααράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον.]]

ὁ δὲ ἀήρ Καὶ αὐτὸς θολοῦμαι, δέσποτα, ἔλεγε, [καὶ] ἀπὸ ⟨τῆς ἐκ⟩ τῶν νεκρῶν [σωμάτων] ἀναθυμιάσεως, νοσώδης τέ εἰμι, καὶ ⟨⟨οὐκέτι⟩⟩ ὑγιεινός [[οὐκέτι]]· ἐφορῶ τε ἄνωθεν οἷα μῊ θέμις ὁρᾶν.

ὕδωρ ἑξῆς, ὦ παῖ μεγαλόψυχε, τὴν τοῦ λέγειν εἶχεν ἐξουσίαν, καὶ ἔλεγεν οὕτως· Πάτερ [καὶ θαυμαστὲ ποιητὰ πάντων] αὐτογόνε [δαῖμον] καὶ τῆς διὰ σὲ πάντα γεννώσης ποιητὰ φύσεως, ἤδη ποτὲ [ὦ δαῖμον] [[ἀεὶ]] ῥεῖθρα [ποταμῶν] ⟨τἀμὰ⟩ καθαρὰ πρόσταξον εἶναι· [ἢ] ⟨⟨ἀεὶ⟩⟩ γὰρ ἀπολούουσι ποταμοὶ καὶ θάλασσαι τοὺς φονεύσαντας [ἢ] ⟨καὶ⟩ δέχονται τοὺς φονευθέντας.

γῆ παρῆν περίλυπος ἑξῆς, καὶ ⎡τάξομαι τῆς ἀπὸ τῶν 25 λόγων⎤, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· Βασιλεῦ καὶ ⟨⟨πάτερ⟩⟩, τῶν οὐρανίων πρύτανι [καὶ δέσποτα] ἁψίδων, ⟨καὶ⟩ στοιχείων ἡμῶν ἡγεμὼν [[πάτερ]] τῶν σοι παρεστώτων, ἐξ ὧν [αὐξήσεως καὶ μειώσεως] ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει· [ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος] [[ἀπ’ ἀνθρώπων ἐπ᾽ ἐμὲ χορὸς ἔπεστι]] [χωρῶ δ᾽ ἐγὼ καὶ φύσιν πάντων] ⟨⟨στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν [μετ]ἐποίησαϲ·⟩⟩ αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ [τὰ φονευθέντα] δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη·

[ὁ ἐπὶ πάντων] [[ὁ ἐπιχθόνιός σου κόσμος

πεπληρωμένος θεὸν οὐκ ἔχει]] ⟨⟨... ἀπ᾽ ἀνθρώπων ἐπ᾽ ἐμὲ ⎡χορὸς⎤ ἐπέστΗ⟩⟩. πάντα γάρ, ὃ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι· καὶ κατ᾽ ἐμῶν, ὦ κύριε, ⎡τενόντων⎤ ⟨πεδίων⟩ πάσῃ πονηρᾷ τέχνῃ ⟨φονευόμενοι⟩ καταπίπτουσι, καταβρέχομαι δὲ πᾶσα διαφθειρομένω⟨ν⟩ σωμάτων χυλοῖς.

ἐντεῦθεν, κύριε, ⟨ἐπεὶ⟩ [καὶ] τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν, χωρῆσαι θέλω μεθ᾽ ὧν φέρω πάντων καὶ θεόν. ⟨μέχρι πότε⟩ ⟨⟨ὁ ἐπιχθόνιός σου κόσμος, ⟨θνητῶν⟩ πεπληρωμένος, θεὸν οὐκ ἔχει;⟩⟩ χάρισαι τῇ γῇ, κἂν [οὐ] ⟨μὴ⟩ σεαυτόν, οὐ γὰρ σὲ χωρεῖν ὑπομένω, ⟨ἀλλὰ⟩ σαυτοῦ ⟨γέ⟩ τινα ἱερὰν ἀπόρροιαν. [[στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μετεποίησαν.]] [μόνῃ γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούσῃ.]

τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεός, ἱερᾶς [ἐν τῷ λέγειν] φωνῆς τὰ σύμπαντα πληρώσας, Πορεύεσθε, εἶπεν, ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε, μηδὲ ἀργὸν τῆς ἐξ ὙΜῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη ⟨κατοικήσει⟩ τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης, καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ⟨ὲ⟩ [οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς] τῶν ὑπὸ γῆν τύραννος· [καὶ] ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει ⎡διὰ γένους⎤ μισθὸς ἐπάξιος.

καὶ οὕτως ἐπαύσατο τῆς ἐντυχίας τὰ στοιχεῖα [[τοῦ δεσπότου κελεύσαντος]] καὶ ἐχεμυθίαν εἶχεν· καὶ ⟨⟨τοῦ δεσπότου κελεύσαντος⟩⟩ ἕκαστον αὐτῶν τῆς ἰδίας ἐξουσίας ἐκράτει [καὶ ἐδέσποζε].—

καὶ ἐκ τούτου εἶπεν Ὧρος· Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ; —καὶ εἶπεν Ἶσις· Παραιτοῦμαι [[γένεσιν ἱστορεῖν]] [[οὐ γὰρ θεμιτὸν]] σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς Ὧρε· ⟨⟨οὐ γὰρ θεμιτὸν⟩⟩ [ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ⟨δι⟩έλθῃ γένεσις] θεῶν ⟨⟨γένεσιν ἱστορεῖν⟩⟩· πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάντων [κοσμοποιητὴς καὶ] τεχνίτης, τ῀ιΗ ⟨γῇ⟩ τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα

Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῶν πάντων δεομένῳ ⟨τῷ⟩ κόσμῳ βοηθοὶ γένωνται.

οὗτοι, ⟨τοῦ θ⟩είου τὸν βίον [ε]πληρώσαν⟨τες⟩, [οὗτοι] τὸ τῆς ἀλληλοφονίας ἔπαυσαν ἄγριον.

⟨⟨οὗτοι [παρ᾽ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη] [τὰς] πρὸς κάθετοΝ ⟨ἐμολογούσας⟩ τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ.⟩⟩

⟨⟨οὗτοι⟩⟩ τεμένη ⟨τοῖς⟩ προγόνοις θεοῖς [[αὐτοὶ]] καὶ θυσίας καθιέρωσαν· [νόμους] οὗτοι καὶ τροφὰς θνητοῖς καὶ σκέπην ἐχαρίσαντο.

οὗτοι τὰ κ υπτά, φησὶν Ἑρμῆς, τῶν ἐμῶν ἐπιγνώσονται γραμμάτων πάντα καὶ διακρινοῦσι, καὶ τινὰ μὲν ⎡αὐτοὶ κατασχῶσιν⎤, ἃ δὲ καὶ πρὸς εὐεργεσίας θνητῶν ⎡φθάνει⎤, ⟨ἐν⟩ στήλαις καὶ ὀβελίσκοις χαράξουσιν.

[οὗτοι πρῶτοι δείξαντες δικαστήρια] [[ εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.]]

οὗτοι, δεξιᾶς καὶ πίστεως ἀρχηγέτΗΝ [γενόμενοι καὶ] τὸν μέγιστον θεὸν Ὅρκον εἰσαγαγόντε⟨ς⟩ εἰς τὸν βίον, ⟨⟨εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.⟩⟩ οὗτοι, ⟨⟨τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες,⟩⟩ τοὺς παυσαμένους τοῦ ζῆν ὡς δέον ἐστὶ[ν] [[ἐδίδαξαν]] περιστέλλειν ⟨⟨ἐδίδαξαν⟩⟩·

οὗτοι, τὸ τοῦ θανάτου ζητήσαντες αἴτιον, ἔγνωσον ὡς τοῦ ἔξωθεν ⟨⟨εἰς τὰ τῶν ἀνθρώπων πλάσματα⟩⟩ ⟨εἰσελθόντος⟩ πνεύματος φιλυποστρόφου τυγχάνοντος [[εἰς τὰ τῶν ἀνθρώπων πλάσματα]] ⎡ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὑκ ἔχουσαν ἐργάζεται λ[ε]ιποθυμίας.⎤

οὗτοι, τὸ περιέχον ὃτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες, ⟨... ἐν⟩ κρυπταῖς στήλαις ἐχάραξαν.

οὗτοι [μόνοι], τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ [παρὰ Ἑρμοῦ] μαθόντες, [τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων ἁπάντων εἰσηγηταὶ] τοῖς ἀνθρώποις ἐγένοντο [καὶ νομοθέται.

[[οὗτοι, παρ᾽ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ.]]

οὗτοι [[τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες]] τὸ ⎡ἐν ἅπασι τέλειον⎤ τῶν προφητῶν ἐτεχνάσαντο, [ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ⟨δε⟩ὀντων,] ἵνα φιλοσοφίᾳ μὲν [καὶ μαγείᾳ] ⟨τὴν⟩ ψυχὴν τρέφῃ, σώζῃ δ᾽ [[ὅταν τι πάσχῃ]] ἰατρικῇ ⟨τὸ⟩ σῶμα ⟨⟨ὅταν τι πάσχῃ⟩⟩.

ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὄσιρίς τε κἀγώ τὸν κόσμον πληρέστατον ἰδόντες ⟨ἀγαθῶν γενόμενον⟩ [[ἀπῃτούμεθα λοιπὸν]] ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων, ⟨⟨ἀπῃτούμεθα λοιπὸν⟩⟩ ⟨...⟩. ἀλλ᾽ οὐκ ἦν ἀνελθεῖν πρὶν ⟨ὕμνῳ⟩ ἐπικαλέσασθαι τὸν μόναρχον, ἵνα δὴ ⎡καὶ τῆς θεωρίας ταύτης⎤ πλῆρες τὸ περιέχον γένηται, αὐτοί τε εὐπαράδεκτοι [εὐτυχήσωμεν] ⟨ποιησώμεθα⟩ τὴν ἀνάβασιν. [χαίρει γὰρ ὕμνοις ὁ θεός.]—

Ὦ τέκουσα, εἶπεν Ὧρος, κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν [ὡς μὴ ἀμαθὴς ὑπάρχω].—Καὶ εἶπεν Ἶσις, Πρόσεχε, παῖ.