Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

παρὰ τί τὰ βρέφη ὅμοια τοῖς γονεῦσι γίνεται ⎡ἢ συγγενείαις ἀποδίδοται⎤ ἐκθήσω λόγον. ὅταν νοστίμου αἵματος ἐξαφ[εδ]ρούμενοΝ ⎡ἡ γένεσις⎤ ἀποθησαυρίζῃ γόνον, συμβαίνει πως ἐκπν[ε]εῖν ἐκ τοῦ σώματος ὅλου [μελῶν] οὐσίαν τινὰ ⟨...⟩ κατὰ θείαν ἐνέργειαν, ὡς [τοῦ αὐτοῦ] ἀνθρώπου γινομένου. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἰκὸϲ γίγνεσθαι. ὅταν ⟨οὖν⟩ καθυπερτερΉσῃ τὸ ῥυὲν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄτΗκτον γένηται, τῷ πατρὶ ὅμοι[ουμεν]ον τὸ βρέφος ἀποθειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον τῇ μητρί. ἐὰν ⟨δὲ ἐπί⟩ τινος μέρους ⟨ἡ⟩ καθυπερτέ⟨ρη⟩σις γένηται, πρὸς ἐκεῖνο τὸ μέρος ἀφομοιοῦται. ⟨...⟩ ἔσθ᾽ ὅτε δὲ καὶ εἰς μακρὰς γενεάς. ⟨...⟩ παραβάλλειν τὸ βρέφος τῇ μορφῇ τοῦ γεννήσαντος. ⟨...⟩ ⎡ἐκείνου⎤ ⟨τοῦ⟩ δεκανοῦ ⟨τοῦ⟩ λόγον ἔχοντος πρὸς τὴν ὥραν ἐν ᾗ ἡ γυνὴ ἐπαιδοποίει.