Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἔστι τοίνυν τὸ προὸν ἐπ[ι]⟨έκεινα⟩ πάντων τῶν ὄντων, καὶ τῶν ὄντως ὄντων προόν. ⎡ὂν γάρ ἐστι δι᾽ οὗ⎤ ἡ οὐσιότης, [ἡ] καθόλου λεγομένη, κοινή ⟨ἐστι τῶν⟩ νοητῶν ⟨καὶ τῶν αἰσθητῶν⟩. ⟨...⟩ τῶν ὄντως ὄντων καὶ [τῶν ὄντων τῶν] καθ᾽ ἑαυτὰ νοουμένων. τὰ δὲ ⟨αἰσθητά⟩, ἐνάντια ⟨ὄντα⟩ τούτοις, κατὰ τὸ ἕτερον πάλιν ⟨ἔστιν· οὐ γὰρ⟩ αὐτὰ καθ᾽ ἑαυτὰ ἔστι. ⟨... ἡ δὲ⟩ φύσις οὐσία αἰσθητή, ἐχουσα ἐν ἑαυτῇ ⟨τὰ⟩ αἰσθητὰ πάντα. μεταξὺ δὲ τούτων [νοη[μα]τ[ικ]οὶ καὶ αἰσθητοὶ θεοὶ] ⟨τὰ δοξαστά⟩, τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ ⟨οὔ⟩. [δοξαστὰ τὰ κοινωνοῦντα τῶν νοη[μα]τ[ικ]ῶν.]

⟨... τῶν αἰσθητῶν⟩ θεῶν· οὗτοι δὲ εἰκόνες εἰσὶ ⟨τῶν⟩ νοη[μα]τῶν ⟨θεῶν⟩. οἷον ἥλιος εἰκών ἐστι τοῦ ἐπουρανίου δημιουργοῦ [θεοῦ]· καθάπερ γὰρ ἐκεῖνος τὸ ὅλον ἑδημιούργησε⟨ν, οὕτω⟩ καὶ ὁ ἥλιος δημιουργεῖ τὰ ζῷα καὶ [γεννᾷ] ⟨τὰ⟩ φυτά [καὶ τῶν πνευμάτων πρυτανεύει].