Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨ἡ⟩ ψυχὴ τοίνυν ἐστὶν ⎡ἀίδιος νοητικὴ οὖσα νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον. συννοοῦσα δὲ διάνοιαν τῆς ἁρμονίας ἐπισπᾶται.⎤ ἀπαλλαγεῖσα δὲ τοῦ φυσικοῦ σώματος, αὐτὴ καθ᾽ αὑτὴν μένει [αὐτὴ ἑαυτῆς οὖσα] ἐν τῷ νοητῷ κόσμῳ. ⎡ἄρχει δὲ τοῦ ἑαυτῆς λόγου φέρουσα ὁμοίαν κίνησιν ἐν τῷ

ἑαυτῆς νοήματι ὀνόματι ζωὴν τῷ εἰς ζωὴν ἐρχομένῳ.⎤

τοῦτο γὰρ ἴδιον ψυχῆς, τὸ παρέχειν ἑτέροις ὅμοιόν ⟨τι⟩ τῇ ⎡ἰδιότητι⎤ αὐτῆς.

δύο τοίνυν εἰσὶ ζωαὶ καὶ δύο κινήσεις, μία μὲν ἡ κατ᾽ οὐσίαν, ἑτέρα δὲ ἡ κατὰ φύσιν [σώματος]. καὶ ἡ μὲν [γενικωτέρα καὶ ἡ] κατ᾽ οὐσίαν αὐτεξούσιος, ἡ δὲ ἀναγκαστ[ικ]ή· πᾶν γὰρ τὸ κινούμενον τῇ τοῦ κινοῦντος ἀνάγκῃ ὑποτέτακται.

⎡ἡ δὲ κινοῦσα κίνησις τῷ τῆς νοητικῆς οὐσίας ἔρωτι ᾠκείωται. εἴη γὰρ ἂν ψυχὴ ἀσώματος⎤ ἀμέτοχος οὖσ[ι]α τοῦ φυσικοῦ σώματος. εἰ γὰρ ⎡ἔχει σῶμα⎤, οὔτε λόγον ἔχει οὔτε νόησιν. πᾶν γὰρ σῶμα ἀνόητον· μεταλαβὸν δὲ οὐσίας, τὸ εἶναι ζῷον ἔμπνουν ἔσχε.

καὶ τὸ μὲν πνεῦμα τοῦ σώματός ⟨ἐστι τὸ αἰσθητικόν⟩, ὁ δὲ λόγος τῆς οὐσίας ⟨⟨ἐστὶ τὸ φρονοῦν. συνυπάρχει δὲ τῷ ⟨μὲν⟩ λόγῳ ἡ τῶν ⎡τιμίων⎤ γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα·⟩⟩ ⟨ὁ μὲν γὰρ⟩ τοῦ ⎡καλοῦ⎤ θεωρητικός ἐστι, τὸ δὲ [αἰσθητικὸν πνεῦμα] τῶν φαινομένων κριτικόν ἐστι. διῄρηται δὲ ⟨τὸ πνεῦμα⟩ εἰς τὰς ὀργανικὰς αἰσθήσεις, καὶ ἔστι [τι] μέρος αὐτοῦ [πνενματικὴ] ὁρατικ⟨ὸν⟩ καὶ ἀκουστικὸν καὶ ὀσφρητικὸν καὶ γευστικὸν καὶ ἁπτικόν. τοῦτο τὸ πνεῦμα ⎡ἀνάγον γενόμενον διανοίας⎤ κρίνει ⎡τὸ αἰσθητικόν⎤· εἰ δὲ μή. φαντάζεται μόνον.

[τοῦ γὰρ σώματός ἐστι καὶ δεκτικὸν πάντων, ὁ δὲ λόγος τῆς οὐσίας] [[ἐστὶ τὸ φρονοῦν. συνυπάρχει δὲ τῷ λόγῳ ἡ τῶν τιμίων γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα.]]

⟨...⟩ τὸ μὲν γὰρ ἀπὸ τοῦ περιέχοντος κόσμου τὴν ἐνέργειαν ἔχει, ἡ δὲ ἀφ᾽ ἑαυτῆς.