Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⎡ἔστι τοίνυν οὐσία καὶ λόγος καὶ νόημα καὶ διάνοια. φέρεται δὲ ἐπὶ τὴν οὐσίαν. φέρεται δ᾽ ἐπὶ τὴν διάνοιαν καὶ δόξα καὶ αἴσθησις. ἴεται δ᾽ ὁ λόγος ἐπὶ τὴν οὐσίαν. τὸ δὲ νόημα δι᾽ αὐτοῦ ἴεται. ἐπιπλέκεται δὲ τὸ νόημα τῇ διανοίᾳ· ἔλθοντα δὲ δι᾽ ἀλλήλων μία ἰδέα ἐγένοντο. αὕτη δέ ἐστιν ἡ τῆς ψυχῆς. φέρεται δ᾽ ἐπὶ τὴν αὐτῆς διάνοιαν δόξα καὶ αἴσθησις. ταῦτα δὲ ἐπὶ τοῦ αὐτοῦ οὐ μένει.⎤

⟨...⟩ ἔνθεν καὶ ὑπερβάλλει καὶ ἐλλείπει, καὶ ἑαυτῷ διαφέρεται. χεῖρον μὲν γίνεται ὅταν ἀποσπασθῇ τῆς διανοίας· ὅταν δὲ ἀκολουθῇ καὶ πείθηται, κοινωνεῖ τῷ [νοηματικῷ] λόγῳ ⎡διὰ τῶν μαθημάτων⎤.

⟨...⟩ τὸ δὲ αἱρεῖσθαι ἔχομεν· τὸ γὰρ αἱρεῖσθαι τὸ κρεῖττον ἐφ᾽ ἡμῖν ἐστίν, ὁμοίως δὲ καὶ τὸ χεῖρον. ⟨...⟩ ἀκουσίως· ἐχομένη γὰρ [αἵρεσις] ⟨ἡ ψυχὴ⟩ τῶν κακῶν πλησιάζει τῇ σωματικῇ φύσει, ⟨καὶ⟩ διὰ τοῦτο τῷ ⟨τὸ χεῖρον⟩ ἑλομένῳ εἱμαρμένη δυναστεύει.

⎡ἐπεὶ τοίνυν⎤ ἡ ἐν ἡμῖν [σωματικὴ] ⟨νοητικὴ⟩ οὐσία αὐτεξούσιός ἐστιν. [ὁ περὶ νοηματικὸς λόγος.] αὕτη δ᾽ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ⟨⟨ἀμέτοχος οὖσα τῆς τῶν γινομένων φύσεως,⟩⟩ ⟨καὶ⟩ διὰ τοῦτο εἱμαρμένη ταύτΗϲ οὐχ ἅπτεται.

⎡παραθεῖσα δὲ τὸν πρῶτον ἀπὸ τοῦ πρώτου θεοῦ διανοητικὸν λόγον προίησι καὶ ὅλον τὸν λόγον.⎤ ⟨...⟩ ⎡ον⎤ συνέταξε⟨ν ἡ⟩ φύσις τοῖς γιγνομένοις· τούτοις ⟨δὲ ἡ⟩ ψυχὴ κοινωνήσασα κοινωνεῖ καὶ τ῀Ης τούτων εἱμαρμέντΗς. [[ἀμέτοχος οὖσα τῆς τῶν γινομένων φύσεως.]]