Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

κινεῖται δὲ τὸ κινούμενον κατ⟨ὰ τὴν⟩ ἐνέργειαν τῆς [κινήσεως] ⟨φύσεως⟩, τῆς κινούσης τὸ πᾶν ⟨⟨καὶ διὰ πάντων πεφοιτηκΥίαϲ⟩⟩. ἡ ⟨μὲν⟩ γὰρ φύσις [τοῦ παντὸς] τῷ παντὶ παρέχει κινήσεις [μίαν μὲν τὴν κατὰ δύναμιν ⎡αὐτῆς⎤, ἑτέραν δὲ τὴν κατ᾽ ἐνέργειαν]· ⟨ἡ δὲ νοερὰ οὐσία....⟩ καὶ ἡ μὲν

διήκει διὰ τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει, ἡ δὲ ⎡παρήκει⎤ καὶ ἐκτὸς περιέχει. [[καὶ διὰ πάντων πεφοιτήκασι κοινῇ.]]

καὶ ἡ φύσις, πάντα φύουσα τὰ γιγνόμενα, [φυὴν] ⟨μορφὴν⟩ παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν ⟨εἰς ὕλην⟩ τὰ ἑαυτῆς σπέρματα [γένεσις], ἔχουσα δὲ ⟨τὴν⟩ ὕλην κινητήν. κινοιυμένη δὲ θερμαίνεται ⟨καὶ ψύχεται ἡ⟩ ⟨⟨ὕλη⟩⟩, καὶ γίγνεται [[ὕλη]] πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, ⟨τὸ δὲ ἀσθενές, καὶ τὸ μὲν ποιοῦν,⟩ τὸ δὲ πάσχον. τὸ δὲ πῦρ, ἐναντιούμενον τῷ ὕδατι, ἐξήρανε τοῦ ὔδατος, καὶ ἐγένετο ⟨ἡ γῆ⟩ [[ὀχουμένη ἐπὶ τοῦ ὕδατος]]. περιξηραινομένωΝ δὲ ⟨τούτων⟩, ἀτμὸς ἐγένετο ἐκ [τῶν τριῶν] τοῦ τε ὕδατος ⟨καὶ⟩ τῆς γῆς [καὶ τοῦ πυρός], καὶ ἐγένετο ἀήρ, ⟨⟨ὀχούμενοϲ ἐπὶ ⟨τῆς γῆς καὶ⟩ τοῦ ὕδατος.⟩⟩

ταῦτα ⟨δὲ⟩ συνῆλθε κατὰ τὸν τῆς ἁρμονίας λόγον, θερμὸν ψυχρῷ, ξηρὸν ὑγρῷ, καὶ ἐκ τῆς συμπνοίας τούτων ἐγένετο ⟨...⟩. * * * * *

⟨...⟩ πνεῦμα [καὶ σπέρμα] ἀνάλογον τῷ περιέχοντι πνεύματι. τοῦτο δέ, ἐς τὴν μήτραν ἐμπεσόν, οὐκ ἠρεμεῖ [ἐν τῷ σπέρματι]· οὐκ ἠρεμοῦν δέ, μεταβάλλει τὸ ⎡σπέρμα⎤· μεταβαλλόμενον δὲ ⟨τοῦτο⟩ αὔξην ἴσχει καὶ μέγεθος· ἐπὶ τῷ μεγέθει δὲ [εἴδωλον] ἐπισπᾶται σχῆμα[τος]. καὶ σχηματίχεται· [ὀχ]εἶτα[ι] δὲ ἐπὶ τῷ σχήματι ⟨προσδέχεται⟩ τὸ εἶδος, δι᾽ οὗ καὶ εἰδ[ωλ]οποιεῖται τὸ [εἰδωλοποιούμενον] ⟨γινόμενον⟩. ⟨⟨τὸ δ᾽ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται ⟨ἡ φύσις⟩, καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει.⟩⟩

ἐπεὶ τοίνυν τὸ πνεῦμα οὐκ εἶχεν ἐν τῇ νηδύι τὴν ζωτικὴν κίνησιν, τὴν δὲ βλαστικὴν ⟨μόνην⟩, καὶ [ταύτην] ⟨ψυχὴν προσ⟩ήρμοσεν ⟨ἡ φύσις τῇ⟩ ἁρμονίᾳ, ὑποδοχὴν οὖσαν τῆς

[διανοητικῆς] ζω⟨τικ⟩ῆς ⟨ἐνεργείας⟩. ⟨⟨παρεισέρπει γὰρ τῷ πνεύματι ⟨ἡ ψυχή⟩, καὶ κινεῖ ζωτικῶς.⟩⟩ [[ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας.]] [[τὸ δ᾽ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται, καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει.]]

καὶ ⟨ἡ⟩ ἐγγυτάτω ⟨⟨⟨παρ⟩οῦσα⟩⟩ ψυχὴ [[οὖσα]] ⟨προσ⟩οικειοῦται, οὐ κατά τιν⟨α⟩ συγγενικὴν ὁΜοιότητα ⟨παραγενομένη⟩, ἀλλὰ [τὴν] καθ᾽ εἱμαρμένην· οὐ γὰρ ἔρω⟨ς⟩[των] ἐστὶν αὐτῇ ⟨τοῦ⟩ μετὰ σώματος εἶναι. διὰ τοῦτο καθ᾽ εἱμαρμένην ⟨...⟩.

⟨...⟩ παρέχει τῷ γενομένῳ διανοητικὴν κίνησιν.

⟨...⟩ καὶ νοερὰν [ζωῆς αὐτῆς] οὐσίαν. ⟨⟨ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας.⟩⟩

[[παρεισέρπει γὰρ τῷ πνεύματι καὶ κινεῖ ζωτικῶς.]]