Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

πάντα δὲ γίνεται ⎡φύσει καὶ εἱμαρμένῃ⎤, καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ· δύο δὲ τούτου ⎡αὐτοφυεῖς⎤ δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. ⟨καὶ ἡ μὲν ἀνάγκη...·⟩

ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ ⎡καὶ ἀνάγκῃ.⎤ τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. [οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος.] ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες· κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις.