Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνατόν. τὸ γὰρ [ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ] τέλειον τῷ ἀτελεῖ καταλαβέσθαι ⎡οὐ δυνατόν⎤, καὶ τὸ ἀίδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον. τὸ μὲν γὰρ ἀεί ἐστι, τὸ δὲ παρέρχεται· καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας ⎡σκιάζεται⎤. [ὅσον οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε,] τοσοῦτον ⟨διέστηκε⟩ τὸ θνητὸν τοῦ θείου.

ἡ δὲ μέση τούτων διάστασις ἀμαυροῖ τὴν τοῦ καλοῦ θέαν. ὀφθαλμοῖς μὲν γὰρ τὰ σώματα θεατά [γλώττῃ δὲ τὰ ὁρατὰ λεκτά]· τὸ δὲ ἀσώματον καὶ ἀφανὲς καὶ ἀσχημάτιστον καὶ μὴ ἐξ ὕλης ⎡ὑποκείμενον⎤ ὑπὸ τῶν ἡμετέρων αἰσθήσεων καταληφθῆναι οὐ δύναται. ⎡ἐννοοῦμαι, ὦ Τάτ, ἐννοοῦμαι ὃ ἐξειπεῖν ἀδύνατον· τοῦτο ἔστιν ὁ θεός.⎤