Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

τοῖς τῆς παμμούσου μελῳδίας τὴν ἁρμονίαν ἐπαγγελλομένοις εἰ κατὰ τὴν ἐπίδειξιν ἐμπόδων τῇ προθυμίᾳ γένηται ἡ τῶν ὀργάνων ἀναρμοστία,

[καταγέλαστον τὸ ἐπιχείρημα· τῶν γὰρ ὀργάνων ἐξασθενούνταων πρὸς τὴν χρείαν, τὸν μουσουργὸν ἀνάγκη παρὰ τῶν θεωρῶν ἐπιτωθάζεσθαι.]

[ὁ μὲν γὰρ ἀκάματον [εὐγνωμόνως ἀποδίδωσι τὴν τέχνην, τῶν δὲ τὸ ἀσθενὲς καταμέμφεται ⟨...⟩.] [[ὁ γάρ τοι κατὰ φύσιν μουσικὸς θεὸς καὶ τῶν ᾠδῶν ἁρμονίαν οὐ μόνον ἐργαζόμενος ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος ὀργάνων τῆς οἰκείας μελῳδίας τὸν ῥυθμὸν παραπέμπων ἀκάματός ἐστιν]] [ὁ θεός· οὐ γὰρ πρὸς θεοῦ τὸ κάμνειν.]

[εἰ δέ ποτε θελήσαντι τῷ τεχνίτῃ ὡς[περ] μάλιστα ἑναγαωνίχεσθαι περὶ μουσικήν]

[ἄρτι μὲν [καὶ] σαλπιγκτῶν τὴν [αὐτὴν] ἐπίδειξιν τῆς ἐπιστήμης ποιησαμένων, ἄρτι δὲ καὶ αὐλητῶν τοῖς μελικοῖς ὀργάνοις τὸ [τῆς μελῳδίας] λιγυρὸν ἐργασαμένων, ⟨τῶν δὲ⟩ καὶ καλάμῳ καὶ πλήκτρῳ [τῆς ᾠῆς] τὴν μολπὴν ἑπιτελούνταν, οὐ τῷ πνεύματι τοῦ μουσικοῦ τις ἀναπέμπεται τὴν αἰτίαν, [οὐ τῷ κρείττονί ⟨τις ἀναπέμπεται⟩ τὴν αἰτίαν, ἀλλὰ τῷ μὲν ἀποδίδωσι πρέπον τὸ σέβας,] τὴΝ δὲ τοῦ ὀργάνου καταμέμφεται σαθρότητα, ὅτι δὴ τοῖς μάλιστα καλοῖς ἔμποδὼν κατέστη, τῷ μὲν μουσουργῷ πρὸς τὴν μελῳδίαν ⎡ἐμποδίσασ⟨α⟩⎤, τῶν δὲ ἀκροατῶν τὴν λιγυρὰν ᾠδὴν συλήσασ⟨α⟩.

οὑτωσὶ δὲ καὶ ἡμῶν τῆς περὶ τὸ σῶμα ἀσθενείας χάριν μή τις τῶν θεωρῶν καταμέμψηται ⟨τὴν τέχνην⟩· [εὐσεβῶς] [[τὸ ἡμέτερον γένος]], ἀλλὰ γινωσκέτω ὡς ἀκάματον μὲν [ἐστι] ⟨τὸ⟩ πνεῦμα ⟨...⟩ ὁ θεὸς ⟨εἰς⟩ ⟨⟨τὸ ἡμέτερον γένος⟩⟩. ⟨⟨ὁ γάρ τοι ⟨⟨θεός⟩⟩, κατὰ φύσιν μουσικὸς [[θεὸς]] ⟨ὑπάρχων⟩, καὶ

[τῶν ᾠδῶν] ἁρμονίαν οὐ μόνον ⟨ἐν τῷ παντὶ⟩ ἐργαζόμενος, ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος [ὀργάνων] τῆς οἰκείας μελρδίας τὸν ῥυθμὸν παραπέμπων, ἀκάματός ἐστιν,⟩⟩ ἀεὶ [δὲ καὶ] ὡσαύτως ἔχων τῆς [οἰκείας] ἐπιστήμης, [διηνεκὴς δὲ ταῖς εὐδαιμονίαις,] εὐεργεσίαις δὲ ταῖς αὐταῖς διὰ παντὸς κεχρημένος.

εἰ δὲ μάλιστα [τῷ Φειδίᾳ] τῷ δημιουργῷ οὐχ ὑπήκουσεν ἡ τῆς ὕλης χρεία πρὸς ἐντελῆ τὴν ποικιλίαν ⟨... τοιγαροῦν εἴ ποτε...,⟩ διήρκεσε δὲ αὐτὸς ὁ μουσουργὸς κατὰ δύναμιν, μὴ εἰς αὐτὸν τὴν αἰτίαν ἀναφέρωμεν, τῆς δὲ χορδῆς καταμεμφώμεθα τὴν ἀσθένειαν, ὅτι δὴ τὸν τόνον ὑποχαλάσασα [ὅτι δὴ τὸν τόνον ὑπαραιώσασα] τῆς εὐμουσίας τὸν ⎡ῥυθμὸν⎤ ἠφάνισεν.

[ἀλλὰ δὴ] [τοῦ συμπτώματος περὶ τὸ ὄργανον γεγενημένου οὐδείς ποτε τὸν μουσουργὸν ᾐτιάσατο, ἀλλ᾽ ὅσῳπερ τὸ ὄργανον ἐκάκισε, τοσούτῳ τὸν μουσουργὸν ηὔξησεν ⎡ὁπότε τῆς κρούσεως πολλάκις πρὸς τὸν τόνον ἐμπεσούσης⎤· καὶ τὸν ἔρωτα οἱ ἀκροαταὶ πλείονα εἰς ἐκεῖνον [τὸν μουσουργὸν] ἀναφέρονται.]

[καὶ ὅμως οὐκ ἔσχον [τὴν] κατ᾽ αὐτοῦ αἰτίασιν.]

[οὕτω καὶ ἡμεῖς, ὦ τιμιώτατοι]

[⎡ἔνδον πάλιν⎤ τῷ μουσουργῷ τὴν οἰκείαν ἐναρμόσασθαι λύραν.]

ἀλλὰ δὴ ὁρῷ τινα τῶν τεχνιτῶν [καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας], εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, [ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον] [καὶ τὴν τῆς νευρᾶς θεραπείαν] ⟨τὴν λύραν⟩ δι᾽ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένοΥ οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ ⟨ὡς⟩ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρπόν, τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ [ἡ] νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, ⟨...⟩ [τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς ⟨...⟩ τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ, κοίτης εὐδοκιμήσεως πάρεσχε τὴν χάριν.] ἀΝτὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος, [καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν,] τὸν κιθαρῳδὸν δὲ [τῇ τῆς νευρᾶς ἰάσει] τῆς λύπης παυσάμενον

τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν.

οὕτως οὖν καὶ αὐτὸς αἰσθάνομαι πάσχειν, ὦ τιμιώτατοι. ἄρτι μὲν γὰρ τὴν ἀσθένειαν καθωμολόγΗϲα [[ἔοικα]], [καὶ πρὸ βραχέος ἀρρώστως διακεῖσθαι,] ἐν δυνάμει δὲ τοῦ κρείττονος ὥσπερ ἀναπληρωθείσης τῆς [περὶ τὸν βασιλέα] μελῳδίας ⟨προστηνῶς⟩ ⟨⟨ἔοικα⟩⟩ μουσουργ⟨ήσ⟩ειν.

τοιγάρτοι τὸ πέρας τῆς ⎡ὠφελείας⎤ἐστ[α]ὶ βασιλέων εὔκλεια, καὶ ⟨⟨ἐκ⟩⟩ τῶν [[ἐξ]] ἐκείνων τροπαίων ἡ τοῦ λόγου προθυμία. ἄγε δὴ ἴωμεν· τοῦτο γὰρ [[ὁ μουσουργὸς]] ⟨ὁ θεὸς⟩ βούλεται· [ἄγε δὴ σπεύσωμεν· τοῦτο γὰρ ὁ μουσουργὸς θέλει,] [καὶ πρὸς τοῦτο τὴν λύραν ἥρμοσται·] καὶ ⟨⟨ὁ μουσουργὸς⟩⟩ λιγυρώτερον μελῳδήσει, [καὶ προσηνέστερα μουσουργήσει,] ὅσῳπερ τὰ τῆς ὑποθήκης μείζονα [τὴν ᾠδὴν] ἔχει.

ἐπειδὴ οὖν εἰς βασιλέας αὐτῷ μάλιστα τὰ τῆς λύρας ἐνήρμοσται, καὶ τῶν ἐγκωμίων τὸν τόνον ἔχει, [καὶ τὸν σκοπὸν εἰς βασιλικοὺς ἐπαίνους,] διήγειρε πρῶτον ἑαυτὸν εἰς τὸν ὕπατον βασιλέα τῶν ὅλων [ἀγαθὸν θεόν], καὶ [ὑψόθεν ἀρξάμενος τῆς ᾠδῆς] δευτέρᾳ τάξει πρὸς τοὺς κατ᾽ εἰκόνα ἐκείι ου τὴν σκηπτουχίαν ἔχοντας καταβαίνει· ἐπειδὴ καὶ αὐτοῖς τοῖς βασιλεῦσι φίλον τὸ ὕψοθεν κατὰ βαθμὸν τὰ τῆς ᾠδῆς καθήκειν, καὶ ὅθενπερ αὐτοῖς τὰ τῆς νίκης πεπρυτάνευται, ἐκεῖθεν καὶ τὰ τῶν ⎡ἐλπίδων⎤ κατ᾽ ἀκολουθίαν παράγεσθαι.

ἡκέτω τοίνυν ὁ μουσουργὸς πρὸς τὸν μέγιστον βασιλέα [τῶν ὅλων θεόν], ὃς ἀθάνατος μέν ἐστι [διὰ παντὸς] [ἀίδιός τε] καὶ ἐξ ἀιδίου τὸ κράτος ἔχων, καλλίνικος ⟨δὲ⟩ πρῶτος, ἀφ᾽ οὗ πᾶσαι αἱ νῖκαι εἰς τοῪ⟨ς⟩ ἑξῆς φέρονται [διαδεξάμενοι τὴν νίκην].

⟨⟨οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν· ἀλλὰ δὴ καταβαίνομεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ᾽ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ [ἀπὸ τῶν βασιλέων ἀρξαμένους καὶ] ἀπὸ τούτων ἀσκουμένους [[καὶ]] ἤδη ⟨⟨καὶ⟩⟩ συνεθίζειν ἑαυτοὺς [εἰς ἐγκώμια] καὶ ⟨γ⟩υμν⟨άζ⟩ειν ⟨εἰς⟩ τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν. [καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν] [ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία.]⟩⟩

ἐπὶ ⟨τοὺς τούτων⟩ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνει ὁ λόγος

[[ἐπείγεται]], καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις ⟨⟨ἐπείγεται⟩⟩ βασιλέας, οἷς [πάλαι] μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος [θεοῦ] κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις [ἀρρωστίας] ⟨ἀριστείας⟩ προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, [οἷς οὐ τὸ βασιλεύειν μόνον ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται,] οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον.

⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨...⟩, καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν].⟩⟩

⟨⟨οὐκ ἔστιν οὖν ⟨τοῖς⟩ ἐκεῖσε πρὸς ἀλλήλους διαφορά, [οὐκ ἔστι τὸ ἀλλοπρόσαλλον ἐκεῖσε,] ἀλλὰ πάντες ἓν φρονοῦσι⟨ν⟩, [μία δὲ πάντων πρόγνωσις,] εἷς αὐτοῖς νοῦς [ὁ πατήρ], μία αἴσθησις [δι᾽ αὐτῶν ἐργαζομένη]· τὸ ⟨γὰρ⟩ εἰς ἀλλήλους φίλτρον ἔρως ὁ αὐτός, μίαν ἐργαζόμενος ἁρμονίαν τῶν πάντων.⟩⟩

[περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως.]

ἀλλὰ σπεύδει ὁ ⎡λόγος⎤ εἰς τὰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος [ἔπειτα δὲ καὶ τῶν

θειοτάτων βασιλέων τῶν εἰρήνην ἡμῖν βραβευ όντων] περατῶσαι τὸν λόγον. [ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος [καὶ τῆς ἄνω δυνάμεως] ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας.] καὶ ⟨γὰρ⟩ ὥσπερ ὁ ἥλιος, τρόφιμος ὢν πάντων τῶν βλαστημάτων, αὐτὸς [πρῶτος ἀνασχὼν] τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται, χερσὶ μεγίσταις [ὥσπερ] [εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος] ταῖς ἀκτῖσι [καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες] τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα [πρῶτον] ἀποδρεπόμει οϲ, οὕτω δὴ καὶ ἡμῖν, [ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ] τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις [καὶ ταύτην] εἰς τὰ [ἡμέτερα] τῶν ψυχῶν [ὑπερ]οὐράνια φυτά, καταχρωμένοις πάλιν εἰς αὐτὸ⟨ν⟩ [γυμναστέον τὰ τῆς εὐφημίας] [ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει] τὴν βλάστην ἅπασαν ⟨...⟩.

θεῷ μὲν ⟨οὖν⟩, [πανακηράτῳ καὶ] ⟨τῷ⟩ πατρὶ τῶν ἡμετέρων ψυχῶν, πρὸς μυρίων στομάτων καὶ φωνῶν τὴν εὐφημίαν ἀναφέρεσθαι πρέπει, κἂΝ εἰ μὴ [τὸ] πρὸς ἀξίαν ἔστιν εἰπεῖν, ἐφαμίλλους οὐκ ὄντας τῷ λέγειν. οὐδὲ γὰρ οἱ ἀρτιγενεῖς ὄντες τὸν πατέρα πρὸς ἀξίαν ὑμνεῖν ἔχουσι, τὰ δὲ κατὰ δύναμιν αὐτοῖς πρεπόντως ἀποδιδόασι [καὶ συγγνώμην ἔχουσιν] [ἐνταῦθα]. μᾶλλον δὲ αὐτὸ τοῦτο εὔκλεια τῷ θεῷ, τὸ μείζονα αὐτὸν εἶναι ⟨τοῦ⟩ τῶν ἑαυτοῦ γεννημάτων ⟨ἐπαίνου⟩· καὶ τὰ προοίμια [καὶ τὴν χάριν] καὶ μέσ[οτητ]α καὶ τέλος τῶν εὐφημιῶν τὸ ὁμολογεῖν τὸν πατέρα ἀπειροδύναμον ⟨εἶναι⟩ καὶ⎡ἀπειροτέρμονα⎤.

[οὑτωσὶ δὲ καὶ τὰ βασιλέως] [φύσει γὰρ ἡμῖν τοῖς ἀνθρώποις, ὥσπερ ἐκγόνοις [ἀπ᾽] ἐκείνου τυγχάνουσι, τὰ τῆς εὐφημίας ἔνεστιν.] αἰτητέον δὲ τὰ τῆς συγγνώμης, εἰ καὶ τὰ μάλιστα ταῦτα πρὸ τῆς αἰτήσεως παρὰ τοῦ πατρὸς ⟨τὰ τέκνα⟩ τυγχάνει· ⟨⟨καὶ⟩⟩ ὥσπερ [[καὶ]] τοὺς [ἀρτιτόκους καὶ] ἀρτιγενεῖς ⟨εἰκός⟩ ⟨⟨ἐστι⟨ν⟩⟩⟩ οὐχ ὅπως [[ἐστὶ]] τῆς ἀδνναμίαςς ⟨χάριν⟩ ἀποστρέφεσθαι τὸν πατέρα, ἀλλὰ καὶ χαίρειν ἐπὶ τῆς ἐπιγνώσεως, οὕτω[σι δὲ] καὶ ⟨ἡμᾶς...⟩. ⎡ἡ γνῶσις τοῦ παντὸς ἥπερ ζωὴν πᾶσι πρυτανεύει⎤ ⎡καὶ τὴν εἰς θεὸν εὐφημίαν ἣν ἡμῖν ἐδωρήσατο.⎤

ὁ θεὸς γάρ, ἀγαθὸς ὑπάρχων [καὶ ἀειφεγγής], καὶ ἐν ⟨ἑ⟩αυτῷ [διὰ παντὸς] τῆς οἰκείας

ἀριπρεπείας ἔχων τὸ πέρας, ἀθάνατος δὲ ὤν, καὶ [ἐν ἑαυτῷ] τὴν ἀτελεύτητον λῆξιν [περιέχων] [καὶ διὰ παντὸς] [[ἀένναος]] ἀπὸ τῆς [ἐκεῖσε] ⟨⟨ἀεν[ν]άοΥ⟩⟩ ἐνεργείας καὶ εἰς τόνδε τὸν κόσμον παρέχων, ⎡τὴν ἐπαγγελίαν εἰς διασωστικὴν εὐφημίαν⎤ ⟨... ⟩.

[[οὐκ ἔστιν οὖν... ἁρμονίαν τῶν πάντων.]] Vide ante § 11.

[[οὕτω μὲν δὴ... βασιλέας εὐφημία.]] Vide post §9.