Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
τοῖς τῆς παμμούσου μελῳδίας τὴν ἁρμονίαν ἐπαγγελλομένοις εἰ κατὰ τὴν ἐπίδειξιν ἐμπόδων τῇ προθυμίᾳ γένηται ἡ τῶν ὀργάνων ἀναρμοστία,
[καταγέλαστον τὸ ἐπιχείρημα· τῶν γὰρ ὀργάνων ἐξασθενούνταων πρὸς τὴν χρείαν, τὸν μουσουργὸν ἀνάγκη παρὰ τῶν θεωρῶν ἐπιτωθάζεσθαι.]
[ὁ μὲν γὰρ ἀκάματον [εὐγνωμόνως ἀποδίδωσι τὴν τέχνην, τῶν δὲ τὸ ἀσθενὲς καταμέμφεται ⟨...⟩.] [[ὁ γάρ τοι κατὰ φύσιν μουσικὸς θεὸς καὶ τῶν ᾠδῶν ἁρμονίαν οὐ μόνον ἐργαζόμενος ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος ὀργάνων τῆς οἰκείας μελῳδίας τὸν ῥυθμὸν παραπέμπων ἀκάματός ἐστιν]] [ὁ θεός· οὐ γὰρ πρὸς θεοῦ τὸ κάμνειν.]