Ὅροι Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

μέγαν σοι ⟨τοῦτον⟩ τὸν λόγον, ὦ βασιλεῦ, διεπεμψάμην, πάντων τῶν ἄλλων ὥσπερ κορυφὴν καὶ ὑπόμνημα, οὐ κατὰ τὴν τῶν πολλῶν δόξαν συγκείμενον, ἔχοντα δὲ πολλὴν ἐκείνοις ἀντίλε[ι]ξιν. ⎡φανήσεται γάρ σοι καὶ τοῖς ἐμοῖς ἐνίοις λόγοις ἀντίφωνος.⎤

⟨...⟩ Ἑρμῆς μὲν γὰρ ὁ διδdσκαλός μου πολλάκις μοι διαλεγόμενος καὶ ἰδίᾳ καὶ τοῦ Τὰτ ἐνίοτε παρόντος ἔλεγεν ὅτι δόξει τοῖς ⟨...⟩ ἐντυγχάνουσί μου τοῖς βιβλίοις ἁπλουστάτη εἶναι ἡ σύνταξις καὶ σαφής, ἐκ δὲ τῶν ἐναντίων ⟨ὁρμωμένοις διαβληθήσεται ὡς⟩ ἀσαφὴς οὖσα, καὶ κεκρυμμένον τὸν νοῦν τῶν λόγων ἔχουσα. καὶ ἔτι ἀσαφεστέpο ⟨φανήσεται⟩ τῶν Ἑλλήνων ὕστερον βουληθέντων τὴν ἡμετέραν διάλεκτον εἰς τὴν ἰδίαν μεθερμηνεῦσαι, ὅπερ ἔσται τῶν γεγραμμένων μεγίστη διαστροφή τε καὶ ἀσάφεια.

ὁ δὲ λόγος τῇ πατρῴᾳ διαλέκτῳ ἑρμηνευόμενος ἔχει σαφῆ

τὸν τῶν λόγων νοῦν· καὶ γὰρ αὐτὸ τὸ τῆς φωνῆς ποιὸν ⟨...⟩, καὶ ἡ τῶν Αἰγυπτίων ὀνομάτων ⎡δύναμις⎤ ἐν ἑαυτῇ ἔχει τὴν ἐνέργειαν τῶν λεγομένων. ὅσον οὖν δύνατόν ἐστί σοι, βασιλεῦ,—πάντα δὲ δύνασαι,—τὸν λόγον διατήρησον ἀνερμήνεντον, ἵνα μήτε εἰς Ἕ λληνας ἔλθῃ τοιαῦτα μυστήρια, μήτε ἡ τῶν Ἑλλήνων ⎡ὑπερήφανος⎤ φράσις καὶ ἐκλελυμένη καὶ ὥσπερ κεκαλλωπισμένη ἐξίτηλον ποιήσῃ τὸ σεμνὸν καὶ στιβαρὸν καὶ τὴν ἐνεργητικὴν τῶν ὀνομάτων φράσιν. Ἕλληνες γάρ, ὦ βασιλεῦ, λόγους ἔχουσι κενοὺς ἀποδείξεων [ἐνεργητικούς]· καὶ αὕτη ἐστὶν ⟨ἡ⟩ Ἑλλήνων φιλοσοφία, λόγων ψόφος. ἡμεῖς δὲ οὐ λόγοις χρώμεθα, ἀλλὰ φωναῖς με[γι]σταῖς [τῶν] ἔργων.

ἄρξομαι δὲ τοῦ λόγου ἔνθεν, τὸν θεὸν ἐπικαλεσάμενος τὸν τῶν ὅλων δεσπότην καὶ ποιητὴν καὶ πατέρα καὶ περίβολον, [καὶ πάντα ὄντα] τὸν [ἕνα] καὶ ἕνα ὄντα ⟨καὶ⟩ τὰ πάντα, [[τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι]] [καὶ ἐν ἑνί] οὐ ⎡δευτεροῦντος⎤ τοῦ ἑνός, ἀλλ᾽ ἀμφοτέρων ἑνὸς ὄντος· ⟨⟨τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι.⟩⟩ καὶ τοῦτόν μοι τὸν νοῦν διατήρησον, ὦ βασιλεῦ, παρ᾽ ὅλην τὴν τοῦ λόγου πραγματείαν. ἐὰν γάρ τις ἐπιχειρήσῃ τά πάντα [καὶ ἓν ⎡δοκοῦντι⎤ καὶ ταὐτὸν εἶναι] τοῦ ἑνὸς χωρίσαι, ἐκδεξάμενος τὴν τῶν πάντων προσηγορίαν ἐπὶ πλήθους, οὐκ ἐπὶ πληρώματος, [[ὅπερ ἐστὶν ἀδύνατον,]] τὸ πᾶν τοῦ ἑνὸς λύσας ἀπολέσει τὸ πᾶν· ⟨⟨ὅπερ ἐστὶν ἀδύνατον.⟩⟩ πάντα γὰρ ἓν εἶναι δεῖ, εἴ γε [ἓν] ἔστιν,—ἔστι δέ, καὶ οὐδέποτε παύεται [ἓν] ὄντα,—ἵνα μὴ τὸ πλήρωμα λυθῇ.

ἴδοις ἂν ἐν τῇ γῇ πολλὰς πηγὰς ὑδάτων καὶ ἀέρος ἀναβρυούσας ἐν τοῖς μεσαιτάτοις μέρεσι, καὶ ἐν τῷ αὐτῷ τὰς τρεῖς φύσεις ὁρωμένας ἀέρος καὶ ὕδατος καὶ γῆς, ἐκ μιᾶς ῥίζης ἠρτημένας. ὅθεν καὶ ⟨ἡ γή⟩ πάσης ὕλης πεπίστευται εἶναι ταμιεῖον· καὶ ἀναδίδωσι μὲν αὐτῆς τὴν χορηγίαν, ἀνταπολαμβάνει δὲ τὴν ἄνωθεν ὕπαρξιν.

οὕτω γὰρ οὐρανὸν

καὶ γῆν ⟨συν⟩ά⟨γ⟩ει ὁ δημιουργός, λέγω δὴ ὁ ἥλιος, τὴν μὲν οὐσίαν κατάγων, τὴν δὲ ὕλην ἀνάγων· καὶ περὶ αὑτὸν ⟨...⟩ καὶ εἰς αὑτὸν ⎡τὰ πάντα⎤ ἕλκων, καὶ ἀπὸ ἑαυτοῦ ⎡πάντα⎤ διδούς· πᾶσι Γὰρ τὸ φῶς ἄφθονον χαρίζεται. αὐτὸς γάρ ἐστιν, οὗ ἀγαθαὶ ἐνέργειαι οὐ μόνον ἐν οὐρανῷ [καὶ ἀέρι], ἀλλὰ καὶ ἐπὶ γῆς ⟨..., καὶ⟩ εἰς τὸν κατώτατον βυθὸν [καὶ ἄβυσσον] διήκουσιν.

⟨...⟩ ⟨⟨ἐστιν ὁ τούτου ὄγκος·⟩⟩ εἰ δέ τις ἔστι καὶ νοητὴ οὐσία, ⟨τ⟩αύτη⟨ς⟩ [[ἐστὶν ὁ τούτου ὄγκος]] [ἦς] ὑποδοχὴ ἂν εἴη τὸ τούτου φῶς. πόθεν δὲ αὕτη συνίσταται ἢ ἐπιρρεῖ, αὐτὸς μόνος οἶδεν ⟨ὁ θεός. ὁ δὲ ἥλιος,⟩ [ἢ] καὶ τῷ τόπῳ καὶ τῇ φύσει ἐγγὺς ὢν ⟨ἡμῶν, ὄψιν⟩ ἑαυτοῦ ⟨παρέχει. καὶ ὁ μὲν θεὸς ἀφανής,⟩ μὴ ὑφ᾽ ἡμῶν ὁρώμενος, στοχασμῷ δὲ βιαζομένων νοο᾽ΥΜ⟨ενος⟩·

ἡ δὲ τούτου θέα οὐκ ἔστι στοχαάοντος, ἀλλ᾽ αὐτῇ ⟨τ⟩ῇ ὄψει ⟨ὁρᾶται⟩. λαμπρότατα ⟨γὰρ⟩ περιλάμπει πάντα τὸν κόσμον τὸν ὑπερκείμενον καὶ ὑποκείμενον· μέσος γὰρ ἵδρυται, στεφανηφορῶν τὸν κόσμον. ⟨⟨ἀφῆκεν οὖν φέρεσθαι ⟨αὐτὸν⟩ οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ,⟩⟩ [καὶ] καθάπερ ἡνίοχος ἀγαθός, τὸ τοῦ κόσμου ἅρμα ἀσφαλισάμενος καὶ ἀναδήσας εἰς ἑαυτόν, μή πως ἀτάκτως φέροιτο· εἰσὶ δὲ αἱ ἡνίαι ⟨...⟩ [ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα] [καὶ ἀθανασία καὶ γένεσις]. [[ἀφῆκεν οὖν φέρεσθαι οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ᾽ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ.]]

καὶ τοῦτον τὸν τρόπον δημιουργεῖ τὰ[ι α]πάντα, τοῖς μὲν ἀθανάτοις τὴν ἀίδιον διαμονὴν ἀπονέμων, καὶ τῇ ἀνωφερείᾳ [τῇ] τοῦ φωτὸς [ε]αὐτοῦ, ὅσον ἀναπέμπει ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς οὐρανὸν βλέποντος, τὰ ἀθάνατα μέρη τοῦ κόσμου τρέφων[τος], τῷ δὲ κατα[λαμ]βαλλομένῳ, καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ γῆς καὶ ἀέρος κύτος, ⟨⟨τὰ ἐν τούτοις τοῖς μέρεσι τοῦ κόσμου⟩⟩ ζωοποιῶν καὶ ἀνακινῶν ⟨εἰς⟩ γένεσιν, καὶ μεταβολαῖς [[τὰ ἐν

τούτοις τοῖς μέρεσι τοῦ κόσμου]] ⟨τὰ⟩ ζῷα [ἕλικος τρόπον] μεταποιῶν καὶ μεταμορφῶν

⎡εἰς ἄλληλα γένη γενῶν καὶ εἴδη εἰδῶν ἀντικαταλλασσομένης τῆς εἰς ἄλλήλα μεταβολῆς, καθάπερ καὶ ἐπὶ τῶν μεγάλων σωμάτων ποιεῖ δημιουργῶν.⎤ παντὸς γὰρ σώματος διαμονὴ μεταβολή, καὶ τοῦ μὲν ἀθανάτου ἀδιάλυτος, τοῦ δὲ θνητοῦ μετὰ διαλύσεως· καὶ αὕτη ἡ διαφορά ἐστι τοῦ ἀθανάτου πρὸς τὸ θνητὸν [καὶ ἡ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον].

ὥσπερ δὲ τὸ φῶς αὐτοῦ πυκνόν, οὕτω καὶ ἡ ζωογονία αὐτοῦ πυκνή τις καὶ ἀδιάλειπτος ⎡τῷ τόπῳ καὶ τῇ χορηγίᾳ⎤.

καὶ γὰρ δαιμόνων χοροὶ περὶ αὐτὸν πολλοὶ καὶ ποικίλαις στρατ[ε]ιαῖς ἐοικότες, οἳ ⎡σύνοικοι καὶ τῶν ἀθανάτων οὐκ εἰσὶ πόρρω ἐνθένδε.⎤ ⟨οὗτοι,⟩ λαχόντες τὴν ⟨μεταξὺ⟩ [τούτων] χώραν, τὰ τῶν ἀνθρώπων ἐφορῶσι, τὰ δὲ ὑπὸ τῶν θεῶν ἐπιταττόμενα ἐνεργοῦσι, θυέλλαις καὶ καταιγίσι καὶ πρηστῆρσι καὶ μεταβολαῖς ἀέρος καὶ σεισμοῖς ἔτι δὲ λιμοῖς καὶ πολέμοις ἀμυνόμενοι τὴν ⟨⟨εἰς θεοὺς⟩⟩ ἀσέβειαν.

αὕτη γὰρ ἀνθρὼποις [[εἰς θεούς]] ἡ μεγίστη κακία. [θεῶν μὲν γὰρ τὸ εὖ ποιεῖν, [ἀνθρώπων δὲ τὸ εὐσεβεῖν,] δαιμόνων δὲ τὸ ⟨τοῖς θεοῖς⟩ ἐπαμύνειν.] τὰ γὰρ ἄλλα τὰ ὑπ᾽ ἀνθρώπων τολμώμενα ἢ πλάνῃ [ἢ] τολμᾶ⟨ται⟩ ἢ ἀνάγκὴ [ἣν καλοῦσιν εἱμαρμένην] ἢ ἀγνοίᾳ· ⟨καὶ⟩ ταῦτα πάντα παρὰ θεοῖς ἀνεύθυνα, μόνη δὲ ἡ ἀσέβεια δίκῃ ὑποπέπτωκε.

σωτὴρ δῊ καὶ τροφεύς ἐστι παντὸς γένους ὁ ἥλιος· καὶ ὥσπερ ὁ νοητὸς κόσμος, τὸν αἰσθητ[ικ]ὸν κόσμον περιέχων, πληροῖ[αυ]τὸν ὄγκον [ταῖς] ποικίλαις καὶ παντομόρφοις ἰδέαις, οὕτω καὶ ὁ ἥλιος πάντα ⟨τὰ⟩ ἐν τῷ κόσμῳ [περιέχων] ⟨...⟩ ὀγκοῖ ⎡πάντων τὰς γενέσεις⎤ καὶ ἰσχυροποιεῖ, καμόντων δὲ καὶ ῥευσάντων ⟨...⟩ ὑποδέχεται.

ὑπὸ τούτῳ δὲ ἐτάγη ὁ τῶν δαιμόνων χορός, μᾶλλον δὲ χοροί· πολλοὶ γὰρ οὗτοι καὶ ποικίλοι, ὑπὸ τ῀ιΗ τῶν ἀστέρων [[πλινθίδας]] ⟨ἡγεμονίᾳ⟩ τεταγμένοι, ἑκάστῳ τούτων ἰσάριθμοι. διατεταγμένοι οὖν ⟨κατὰ⟩ ⟨⟨πλινθίδας⟩⟩ ὑπηρετοῦσιν ἑκάστῳ τῶν ἀστέρων, ἀγαθοὶ καὶ κακοὶ ὄντες τὰς φύσεις, τουτέστι

τὰς ἐνεργείας· δαίμονος γὰρ οὐσία ἐνέργεια. [εἰσὶ δέ τινες αὐτῶν κεκραμένοι ἐξ ἀγαθοῦ καὶ κακοῦ.]

οὗτοι, πάντωΝ τῶν ἐπὶ γῆς πραγμάτων τὴν ἐξουσίαν κεκληρωμένοι, ⟨.... αἴτιοι δέ⟩ εἰσι καὶ τῶν ἐπὶ γῆς θορύβων, καὶ ποικίλην ταραχὴν ἐργάζονται καὶ κοινῇ ταῖς πόλεσι καὶ τοῖς ἔθνεσι καὶ ἰδίᾳ ἑκάστῳ. ἀναπλάττονται γὰρ καὶ ἀνθέλκουσι τὰς ψυχὰς ἡμῶν εἰς ἑαυτούς, ἐγκαθήμενοι ἡμῶν νεύροις καὶ μυελοῖς καὶ φλεψὶ καὶ ἀρτηρίαις [καὶ αὐτῷ τῷ ἐγκεφάλῳ], διήκοντες μέχρι καὶ αὐτῶν τῶν σπλάγχνων.

γενόμενον γὰρ ἡμῶν ἕκαστον καὶ ψυχωθέντα παραλαμβάνουσι δαίμονες οἱ κατ᾽ ἐκείνην τὴν ⟨σ⟩τι⟨γ⟩μὴν τῆς γενέσεως ὑπηρέται, οἳ ⟨ὑπ⟩-ετάγησαν ἑκάστῳ τῶν ἀστέρων· οὗτοι γὰρ κατὰ στιγμὴν ἐναλλάσσονται, οὐχ οἱ αὐτοὶ ἐπιμένοντες, ἀλλ᾽ ἀνακυκλούμενοι. οὗτοι οὖν εἰς τὰ δύο ⟨ἄλογα⟩ μέρη τῆς ψυχῆς δύντες διὰ τοῦ σώματος στροβοῦσιν αὐτὴν ἕκαστος πρὸς τὴν ἰδίαν ἐνέργειαν. τὸ δὲ λογικὸν μέρος τῆς ψυχῆς ἀδέσποτον τῶν δαιμόνων ἕστηκεν, ἐπιτήδειον εἰς ὑποδοχὴν τοῦ θεοῦ.

⟨ὅ⟩τῳ οὖν ἐν τῷ λογικῷ ἀκτὶς ἐπιλάμπει [διὰ τοῦ ἡλίου] ⟨ἀπὸ τοῦ θεοῦ⟩, [[οὗτοι δὲ πάντες ὀλίγοι εἰσί,]] τούτῳ[ν] καταργοῦνται οἱ δαίμονες· οὐδείς γὰρ οὐδὲν δύναται οὔτε δαιμόνων οὔτε θεῶν πρὸς μίαν ἀκτῖνα τοῦ θεοῦ. ⟨⟨οὗτοι δὲ πάντως ὀλίγοι εἰσί⟨ν⟩·⟩⟩ οἱ δὲ ἄλλοι πάντες ἄγονται καὶ φέρονται καὶ τὰς ψυχὰς καὶ τὰ σώματα ὑπὸ τῶν δαιμόνων, ἀγαπῶντες καὶ στέργοντες τὰς ἐκείνων ἐνεργείας· καὶ ὁ λόγοΝ οὐκ ⟨ἔχων⟩ ἔρως ⟨...⟩ ἐστίν, ὁ πλανώμενος καὶ πλανῶν. τὴν οὖν ἐπίγειον ⎡διοίκησιν⎤ ταύτην πᾶσαν διοικοῦσι δι᾽ ὀργάνων τῶν ἡμετέρων σωμάτων. ταύτην δὲ τὴν διοίκησιν Ἑρμῆς εἱμαρμένην ἐκάλεσεν.

ἤρτηται οὖν ὁ νοητὸς κόσμος τοῦ θεοῦ [ὁ δὲ αἰσθητὸς τοῦ νοητοῦ]· ὁ δὲ ἥλιος διὰ τοῦ νοητοῦ [καὶ αἰσθητοῦ] κόσμου τὴν ἐπιρροὴν ἀπὸ τοῦ θεοῦ χορηγεῖται τοῦ ἀγαθοῦ, τουτέστι τῆς

δημιουργίας. περὶ δὲ τὸν ἥλιον αἱ ὀκτώ εἰσι σφαῖραι, τούτου ἠρτημέναι, ἥ τε τῶν ἀπλανῶν καὶ ⟨αἱ⟩ ἓξ τῶν πλανωμένων καὶ ἡ μία περίγειος. τούτων δὲ τῶν σφαιρῶν ἤρτηνται οἱ δαίμονες, τῶν δὲ δαιμόνων οἱ ἄνθρωποι· καὶ οὕτω πάντα τε καὶ πάντες ἀπὸ τοῦ θεοῦ εἰσιν ἠρτημένοι.

διὸ πατὴρ μὲν πάντων ὁ θεός, δημιουργὸς δὲ ὁ ἥλιος· ὁ δὲ κόσμος ὄργανον τῆς δημιουργίας. καὶ ⎡οὐρανὸν μὲν ἡ νοητὴ οὐσία διοικεῖ, οὐρανὸς⎤ δὲ θεούς, δαίμονες δὲ θεοῖς ὑποτεταγμένοι ἀνθρώπους διοικοῦσιν.