Ἀσκληπιῷ εὖ φρονεῖν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ἐπεὶ ὁ υἱός μου Τὰτ ἀπόντος σου τὴν τῶν ὄντων ἠθέλησε φύσιν μαθεῖν, ὑπερθέσθαι δέ μοι οὐκ ἐπέτρεπεν, ὡς [υἱὸς] [[καὶ]] νεωτέρῳ ⟨⟨καὶ⟩⟩ ἄρτι παρελθόν⟨τι⟩ ἐπὶ τὴν γνῶσιν [τῶν] περὶ ἑνὸς ἑκάστου ἠναγκάσθην πλείονα εἰπεῖν, ὅπως εὐπαρακολούθητος αὐτῷ γένηται ἡ θεωρία. σοὶ δὲ ἐγὼ τῶν λεχθέντων τὰ κυριώτατα κεφάλαια ἐκλεξάμενος δι᾽ ὀλίγων ἠθέλησα ἐπιστεῖλαι [μυστικώτερον αὐτὰ ἑρμηνεύσας], ὡς ἂν τηλικούτῳ καὶ ἐπιστήμονι τῆς φύσεως.

εἰ τὰ φαινόμενα πάντα γέγονε καὶ γίνεται, [τὰ δὲ γεννητὰ οὐχ ὑφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὑφ᾽ ἑτέρου γίνεται,]—πολλὰ δὲ [γεννητά, μᾶλλον δὲ πάντα] τὰ φαινόμενα, καὶ πάντα [τὰ] διάφορα καὶ οὐχ ὅμοια,—γίνεται δὲ ὑφ᾽ ἑτέρου τὰ γινόμενα, ἔστι τις ὁ ταῦτα ποιῶν· καὶ οὗτος ἀγέννητος, ἵν᾽ ᾖ πρεσβύτερος τῶν γεννητῶν. τὰ γὰρ γεννητά φημι ὑφ᾽ ἑτέρου γίνεσθαι· τῶν δὲ γεννητῶν ὄντων ἀδύνατόν τι πρεσβύτερον πάντων εἶναι ἢ μόνον τὸ ἀγέννητον.

οὗτος δὲ ⟨⟨εἷς, καὶ⟩⟩ ⟨πάντων⟩ κρείττων, καὶ [[εἷς καὶ]] μόνος ὄντως σοφὸς τὰ πάντα, ὡς μὴ ἔχων μηδὲν πρεσβύτερον· ἄρχει γὰρ καὶ το῀Υ πλήθοΥϲ ⟨⟨τῶν γινομένωνἢ⟩⟩ [καὶ] τῷ μεγέθει, καὶ τῆ⟨ς⟩ διαφορᾶ⟨ς⟩ [[τῶν γενομέναων]] [καὶ] τῇ συνεχείᾳ τῆς ποιήσεως. ἐπεὶ [τα] δὲ τὰ γεννητὰ ὁρώμενά ἐστι, κἀκεῖνος δῊ [α] ὁρατός· διὰ τοῦτο γὰρ ποιεῖ, ἵνα [α] ὁρατὸς ᾖ. ἀεὶ οὖν ποιῶΝ, ἀ⟨εὶ⟩ ὁρατός [τοιγαροῦν] ἐστιν.

οὕτως ἄξιόν ἐστι νοῆσαι, καὶ νοήσαντα θαυμάσαι, καὶ θαυμάσαντα ἑαυτὸν μακαρίσαι ⟨ὡς⟩ τὸν πατέρα γνωρίσαντα·

τί γὰρ γλυκύτερον πατρὸς γνησίου; τίς οὖν ἐστιν οὗτος, καὶ πῶς αὐτὸν γνωρίσωμεν; ἦ ⟨γὰρ⟩ τούτῳ τὴν τοῦ θεοῦ προσηγορίαν μόνοΝ δίκαιον ἀνακεῖσθαι, ἢ τὴν τοῦ ποιητοῦ, ἢ τὴν τοῦ πατρός; ἢ καὶ τὰς τρεῖς, θεὸν μὲν διὰ τὴν δύναμιν, ποιητὴν δὲ διὰ τὴν ἐνέργειαν, πατέρα δὲ διὰ τὸ ἀγαθόν. δυνάμει γάρ ἐστι διάφορος τῶν γινομένων, ἐνεργεῖ[α] δὲ ἐν τῷ πάντα γινέσθαι, ⟨ἀγαθὸς δέ ἐστι...⟩.

διὸ τῆς πολυλογίας τε καὶ ματαιολογίας ἀπαλλαγέντας χρὴ νοεῖν δύο ταῦτα, τὸ γινόμενον καὶ τὸν ποιοῦντα· μέσον γὰρ τούτων οὐδέν, οὐδὲ τρίτον τι. πάντα οὖν νοῶν, καὶ πάντα ἀκούων, τῶν δύο τούτων μέμνησο, καὶ ταῦτα εἶναι νόμιζε τὰ πάντα, μηδὲν ἐν ἀπορίᾳ ⟨⟨ἢ ἐν μυχῷ⟩⟩ τιθέμενος, μὴ τῶν ἄνω, μὴ τῶν κάτω, μὴ τῶν θείων, μὴ τῶν μεταβλητῶν [[ἢ [τῶν] ἐν μυχῷ]]· δύο γάρ ἐστι τὰ πάντα, τὸ γινόμενον καὶ τὸ ποιοῦν. καὶ διαστῆναι τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου οὐ δύναται· οὔτε γὰρ τὸν ποιοῦντα χωρὶς τοῦ γινομένου δυνατὸν εἶναι, ⟨οὔτε τὸ γινόμενον χωρὶς τοῦ ποιοῦντος.⟩ ἑκάτεροΝ γὰρ αὐτῶν αὐτὸ τοῦτό ἐστι· διὸ οὐκ ἔστι τὸ ἕτερον τοῦ ἑτέρου χωρισθῆναι, [ἀλλ᾽] ⟨ὥσπερ οὐδὲ⟩ αὐτὸ ἑαυτοῦ.

εἰ γὰρ ὁ ποιῶν ἄλλο οὐδέν ἐστιν ἢ τὸ ποιοῦν μόνον, ἁπλοῦν, ἀσύνθετον, ποιεῖν ἀνάγκη ⎡τοῦτο αὐτὸ ἑαυτῷ ᾧ γένεσίς ἐστι τὸ ποιοῦν τοῦ ποιοῦντος⎤. καὶ πᾶν τὸ γινόμενον ἀδύνατον ὑφ᾽ ἑαυτοῦ γινόμενον εἶναι, γινόμενον δέ, ὑφ᾽ ἑτέρου ἀνάγκη γίνεσθαι· τοῦ δὲ ποιοῦντος ἄνευ τὸ γεννητὸν οὔτε γίνεται οὔτε ἔστι. τὸ γὰρ ἕτερον τοῦ ἑτέρου ἄνευ ἀπώλεσε τὴν ἰδίαν φύσιν [στερήσει τοῦ ἑτέρου]. εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τὸ γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον, προηγούμενον μὲν ὁ ποιῶν θεός, ἑπόμενον δὲ τὸ γινόμενον, ὁποῖον ἂν ᾖ.

καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος μὴ ταπεινότητα καὶ ἀδοξίαν τῷ θεῷ περιάψῃς. μία γάρ ἐστιν αὐτῷ δόξα, τὸ ποιεῖν τὰ πάντα, καὶ τοῦτο ἔστι τοῦ

θεοῦ ὥσπερ ο᾽Υϲία, ἡ ποίησις· αὐτῷ δὲ τῷ ποιοῦντι ο᾽Υδὲν κακὸν οὐδ᾽ αἰσχρὸν νομιϲτέον. ταῦτα γάρ ἐστι τὰ πάθη [τὰ] τῇ γενέσει παρεπόμενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ, καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ᾽ οὔτε τὸν ἰὸν ὁ χαλκουργὸς ἐποίησεν, οὔτε τὸν ῥύπον ὁ ⟨τὸ σῶμα⟩ γεννήσα[ντε]ς [[γεγέννηκεν]]. οὐΔὲ τὴν κακίαν ⟨⟨γεγέννηκεν⟩⟩ ὁ θεός, ἡ δὲ τῆς γενέσεως διαμονὴ καθάπερ ἐξανθεῖν ποιεῖ. καὶ διὰ τοῦτο ἐποίησε τὴν μεταβολὴν ὁ θεός, ὥσπερ ἀνακάθαρσιν τῆς γενέσεως.

εἶτα τῷ μὲν αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν, καὶ θεοὺς καὶ ἀνθρώπους καὶ τὰ ἄλογα πάντα καὶ τὰ ἄψυχα, τῷ δὲ θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; ὢ τῆς πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν θεόν. τὸ γὰρ πάντων καινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ θεὸν φάσκοντες εὐλογεῖν τῷ μὴ τὴν τῶν πάντων ποίησιν αὐτῷ ἀνατιθέναι, οὔτε τὸν θεὸν ἴσασι, πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες, ὑπεροψίαν ἢ ἀδυναμίαν. εἰ γὰρ μὴ πάντα ποιεῖ, ἢ ὑπερηφανῶν οὐ ποιεῖ, ἢ μὴ δυνάμενος· ὅπερ ἐστὶν ἀσεβές.

ὁ γὰρ θεὸς ἓν μόνον ἔχει πάθος, τὸ ἀγαθόν· ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. [[τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ᾧ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.]] πᾶν δῊ τὸ γεννητὸν ὑπὸ τοῦ θεοῦ γέγονεν, ὅπερ ἐστίν, ὑπὸ τοῦ ἀγαθοῦ καὶ [τοῦ] πάντα δυναμένου ποιεῖν. ⟨⟨τοῦτο γάρ ἐστιν ὁ θεός, τὸ ἀγαθόν· ⟨τῷ δὲ ἀγαθ⟩ῷ πᾶσα δύναμις τοῦ ποιεῖν πάντα.⟩⟩

εἰ δὲ πῶς μὲν αὐτὸς ποιεῖ, πῶς δὲ τὰ γινόμενα γίνεται βούλει μαθεῖν, ἔξεστί σοι ἰδεῖν εἰκόνα καλλίστην καὶ ὁμοιοτάτην. ἴδε γεωργὸν σπέρμα καταβάλλοντα εἰς γῆν, ὅπου μὲν πυρόν, ὅπου δὲ κριθήν, ὅπου δὲ ἄλλο τι τῶν σπερμάτων· ἴδε

τὸν αὐτὸν ἄμπελον φυτεύοντα καὶ μηλέαν καὶ τὰ ἄλλα τῶν δένδρων. οὕτω καὶ ὁ θεὸς ἐν μὲν οὐρανῷ ἀθανασίαν σπείρει, ἐν δὲ γῇ μεταβολήν, ἐν δὲ τῷ παντὶ ζωὴν καὶ κίνησιν. [ταῦτα δὲ οὐ πολλά ἐστιν, ἀλλ᾽ ὀλίγα καὶ εὐαρίθμητα· τὰ γὰρ πάντα τέσσαρα.] ⟨δύο γάρ⟩ ἐστιν, αὐτὸς ὁ θεὸς καὶ ἡ γένεσις, ἐν οἷς τὰ ὄντα ἐστίν.