Ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Τὸ ἀγαθόν, ὦ Ἀσκληπιέ, [ἐν οὐδενί ἐστιν εἰ μὴ ἐν μόνῳ τῷ θεῷ. μᾶλλον δὲ τὸ ἀγαθὸν αὐτός ἐστιν ὁ θεός [ἀεί]. εἰ δὲ οὕτως,] οὐσίαν εἶναι δεῖ πάσης κινήσεως καὶ γενέσεως ἔρημον [δὲ οὐδέν ἐστιν], αὐτὴΝ ⟨⟨δὲ⟩⟩ περὶ [[δὲ]] αὑτὴν στατικὴν ἐνέργειαν ἔχουσα⟨ν⟩, ἀνενδεῆ καὶ ⟨παθῶν⟩ ἀπείρΗτον,
πληρεστάτην χορηγ⟨ημάτ⟩ων. [[ἐν δὲ ἀρχῇ πάντων]] πᾶν γὰρ τὸ χορηγοῦν ἀγαθὸν [ὅταν] λέγεται· ⟨⟨ἓν δὲ ἀρχὴ πάντων,⟩⟩ καὶ πάντα καὶ ἀεὶ ⟨χορηγοῦν, τὸ⟩ ἀγαθόν ἐστι.

τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν εἰ μὴ μόνῳ τῷ θεῷ. οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσας αὐτὸ κτήσασθαι κακὸς γένΗται· οὔτε τῶν ὄντων οὐδὲν ἀπόβλητόν ἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται· [λύπη γὰρ κακίας μέρος·] οὔτε κρεῖττον αὐτοῦ ἐστὶν οὐδέν, ὑφ᾽ οὗ ⟨⟨ἀδικηθεὶϲ⟩⟩ πολεμήϲει· οὔτε σύζυγόν ἐστιν αὐτῷ, [τὸ [[ἀδικηθῆναι]] καὶ διὰ τοῦτο] [αυτ]οὗ ἐρασθήσεται· οὔτε ἀνήκοον, ᾧ ὀργισθήσεται· οὔτε σοφώτερον, ὃ ζηλώσει. τούτων δὲ μὴ ⟨ἐν⟩όντοϲ τῇ οὐσίᾳ ⟨αὐτοῦ⟩ μηδενός, τί ὑπολείπεται ἢ μόνον τὸ ἀγαθόν;

ὥσπερ ⎡γὰρ⎤ οὐδὲν τῶν ⟨κακῶν⟩ ἐν τῇ τοιαύτῃ οὐσίᾳ, οὕτως ἐν οὐδενὶ τῶν ἄλλων τὸ ἀγαθὸν εὑρεθήσεται. ἐν πᾶσι γὰρ τοῖϲ ἄλλοιϲ πάντα ἐστὶ ⟨κακά⟩, καὶ ἐν τοῖς μικροῖς καὶ ἐν τοῖς μεγάλοις, καὶ ἐν τοῖς καθ᾽ ἓν[α] καὶ ἐν αὐτῷ τῷ ζῴῳ τῷ πάντων μείζονι καὶ δυνατωτάτῳ. παθῶν γὰρ πλήρη τὰ γενητά, αὐτῆς τῆς γενέσεως παθητῆς οὔσης. ὅπου δὲ πάθος, οὐδαμοῦ τὸ ἀγαθόν· ὅπου δὲ τὸ ἀγαθόν, οὐδαμοῦ οὐδὲ ἓν πάθος. ὅπου γὰρ ἡμέρα, οὐδαμοῦ νύξ· ὅπου δὲ νύξ, οὐδαμοῦ ἡμέρα. ὅθεν ἀδύνατον ἐν γενέσει εἶναι τὸ ἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγεννήτῳ.

ὥσπερ δὲ μετουσία πάντων ἐστὶν ἐν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ. τοῦτον τὸν τρόπον ἀγαθὸς ὁ κόσμος, καθὰ καὶ αὐτὸς πάντα ποιεῖ, ⟨ὡς⟩ ἐν τῷ μέρει τοῦ ποιεῖν ἀγαθὸς εἶναι. ἐν δὲ τοῖς ἄλλοις πᾶσιν οὐκ ἀγαθός· καὶ γὰρ παθητός ἐστι [καὶ κινητὸς] καὶ παθητῶν ποιητής.

[[ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τοῦ ἀγαθοῦ τὸ κακὸν τέτακται· τὸ γὰρ μὴ λίαν κακὸν ἐνθάδε τὸ ἀγαθόν]] [ἐστι.] [[τὸ δὲ ἐνθάδε ἀγαθὸν μόριον τοῦ κακοῦ τὸ ἐλάχιστον.]] ἀδύνατον οὖν [τὸ ἀγαθὸν] ⟨τὰ⟩ ἐνθάδε καθαρεύειν τῆς κακίας·

⟨⟨τὸ δὲ ἐνθάδε ἀγαθόν, ⟨ᾧ⟩ μόριον τοῦ κακοῦ [τὸ] ἐλάχιστον·⟩⟩ κακοῦται γὰρ ἐνθάδε τὸ ἀγαθόν. [κακούμενον γὰρ οὐκέτι ἀγαθὸν μένει· μὴ μεῖναν δέ, κακὸν γίνεται.]

ἐν μόνῳ ἄρα τῷ θεῷ τὸ ἀγαθόν ἐστιν [ἢ αὐτός ἐστιν ὁ θεὸς τὸ ἀγαθόν]. ⟨⟨ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τοῦ κακοῦ τὸ ἀΓαθὸν λέλεκται· τὸ γὰρ μὴ λίαν κακὸν ἐνθάδε [τὸ] ἀγαθὸν⟩⟩ ⟨προσείρηται⟩. μόνον οὖν, ὦ Ἀσκληπιέ, τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐν ἀνθρώποις, τὸ δὲ ἔργον οὐδαμοῦ· ἀδύνατον γάρ. οὐ γὰρ χωρεῖ σῶμα ὑλικόν, τὸ πάντοθεν ἐσφιγμένον κακίᾳ, καὶ πόνοις καὶ ἀλγηδόσι, καὶ ἐπιθυμίαις καὶ ὀργαῖς, καὶ ἀπάταις καὶ δόξαις ἀνοήτοις. καὶ τὸ πάντων κάκιστόν ἐστιν, ὦ Ἀσκληπιέ, ὅτι ἕκαστον τούτων τῶν προειρημένων [εμ]πεπίστευται ἐνθάδε [τὸ] μέγιστον εἶναι ἀγαθόν, τὸ μᾶλλον ἀνυπέρβλητον κακόν. [ἡ γαστριμαργία] [ἡ] τῶν κακῶν πάντων χορηγὸς ἡ πλάνη ⟨αὕτη⟩ [ἡ [[ἀπουσία]] ἐνθάδε τοῦ ἀγαθοῦ] ἐστί.

κἀγὼ δὲ χάριν ἔχω τῷ θεῷ, τῷ εἰς νοῦν μοι βαλόντι κἂν περὶ τῆς [γνώσεως] ⟨⟨ἀπουσία⟨ς⟩⟩⟩ τοῦ ἀγαθοῦ, ὅτι ἀδύνατόν ἐστιν αὐτὸ ἐν τῷ κόσμῳ εἶναι. ὁ γὰρ κόσμος πλήρωμά ἐστι τῆς κακίας, ὁ δὲ θεὸς τοῦ ἀγαθοῦ [ἢ τὸ ἀγαθὸν τοῦ θεοῦ].

⟨...⟩ ⎡αἱ γὰρ ἐξοχαὶ τῶν καλῶν περὶ αὐτήν εἴσι τὴν οὐσίαν φαίνονται καὶ καθαρώτεραι καὶ εἰλικρινέσταται τάχα που καὶ αὗται αἱ οὐσίαι ἐκείνου.⎤ τολμητέον γὰρ εἰπεῖν, ὦ Ἀσκληπιέ, ὅτι ἡ οὐσία τοῦ θεοῦ, εἴ γε οὐσίαν ἔχει, τὸ καλόν ἐστι [τὸ δὲ καλὸν] καὶ ⟨τὸ⟩ ἀγαθόν. ⟨ὑπὸ δὲ τούτων⟩ οὐδὲν ἔστι καταλά⟨μ⟩πεσθαι τῶν ἐν τῷ κόσμῳ. πάντα γὰρ τὰ ὀφθαλμῷ ὑποπίπτοντα εἴδωλά ἐστι, καὶ ὥσπερ σκιαγραφίαι· τὰ δὲ μὴ ὑποπίπτοντα ⟨...⟩, μάλιστα δὲ ἡ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ⟨...⟩. καὶ ὥσπερ ὀφθαλμὸς οὐ δύναται τὸν θεὸν ἰδεῖν, οὕτως οὐΔὲ τὸ καλὸν καὶ τὸ ἀγαθόν. ταῦτα γὰρ μέρη τοῦ θεοῦ ἐστιν, [[ὁλόκληρα,]] ἴδια αὐτοῦ μόνου, οἰκεῖα, ἀχώριστα, ⟨⟨ὁλόκληρα,⟩⟩ ἐρασμιώτατα, ὧν [ἢ] αὐτὸς ὁ θεὸς ἐρᾷ [ἢ αὐτὰ τοῦ θεοῦ ἐρᾷ].

εἰ δύνασαι νοῆσαι τὸν θεόν, νοήσεις τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθόν, [τὸ ὑπέρλαμπρον] τὸ ⎡ὑπερλαμπόμενον⎤ ὑπὸ τοῦ θεοῦ. ἐκεῖνο γὰρ τὸ κάλλος

ἀσύγκριτον, καὶ ἐκεῖνο τὸ ἀγαθὸν ἀμίμητον, ὥσπερ καὶ αὐτὸς ὁ θεός. ὡς οὖν τὸν θεὸν νοεῖς, οὕτω καὶ τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθὸν νόει. ἀκοινώνητα γὰρ ταῦτα τοῖς ἄλλοις [τῶν ἄλλων ζῴων] ἐστί, διὰ τὸ ἀχώριστα εἶναι τοῦ θεοῦ. ἐὰν περὶ τοῦ θεοῦ ζητῇς, καὶ περὶ τοῦ καλοῦ ζητεῖς. μία γάρ ἐστιν εἰς αὐτὸ ἀποφέρουσα ὁδὸς ἡ μετὰ γνώσεως εὐσέβεια.

ὅθεν οἱ ἀγνοοῦντες, καὶ μὴ ὁδεύσαντες τὴν [περὶ] τῆς εὐσεβείας ὁδόν, καλὸν καὶ ἀγαθὸν τολμῶσι λέγειν ἄνθρωπον, μηδὲ ὄναρ θεασάμενον εἴ τί ἐστιν ἀγαθόν, ἀλλὰ παντὶ κακῷ περιειλημμένον, καὶ τὸ κακὸν πιστεύσαντα ἀγαθὸν εἶναι, καὶ οὕτως αὐτῷ χρώμενον ἀκορέστως, καὶ φοβούμενον αὐτοῦ στερηθῆναι, πάντα δὲ ἀγωνιζόμενον ἵνα μὴ μόνον ἔχῃ, ἀλλὰ καὶ ἐπαύξῃ. τοιαῦτα τὰ ἀνθρώπεια ἀγαθὰ καὶ [τὰ] καλά, ὦ Ἀσκληπιέ, ἃ οὔτε φυγεῖν δυνάμεθα οὔτε μισῆσαι· τὸ γὰρ πάντων χαλεπώτατον, ὅτι χρείαν αὐτῶν ἔχομεν, καὶ ζῆν τούτων χωρὶς οὐ δυνάμεθα.