De motu circulari corporum caelestium
Cleomedes
CLeomedes. De motu circulari corporum caelestium. Ziegler, Konrad, editor. Leipzig: Teubner, 1891.
Περὶ τῶν τῆς σελήνης φωτισμῶν.
Περὶ δὲ τῶν φωτισμῶν αὐτῆς πλείους γεγόνασι λόγοι. Βηρωσσὸς μὲν γὰρ ἡμίπυρον οὖσαν αὐτὴν πλείονας κινήσεις κινεῖσθαι ἀπεφήνατο, μίαν μὲν τὴν κατὰ μῆκος, ἣν σὺν τῷ κόσμῳ κινεῖται, ἑτέραν δὲ τὴν κατὰ [*](2 ἔπειτα αὐτὴν M. 4 Καὶ μὴν τὸ αὐτῆς σῶμα M. 7 τὰ λοιπὰ ἄστρα M. 8 ὡς εἴρηται om. M. Ἀλλὰ καὶ μόνη M. 10 ἂν om. M N. 11 λαμπρότερα, ποτὲ δ᾿ ἀμαυρότερα N edd. 12 πύρινον om. M. 13 Καὶ μὴν καὶ τὴν edd. 14 παρὰ τῶν ἀστέρων M. 15 ἐξαίρετα N. προσγαιοτέραν N. 17)
Αὕτη ἡ αἵρεσις ὑγιεστέρα τῆς λεγούσης κατὰ ἀνάκλασιν φωτίζειν τὴν σελήνην ἀποπαλλομένων ἀπ᾿ αὐτῆς τῶν αὐγῶν, ὅπερ ἐπὶ τῶν λαμπρῶν ὁρᾶται σωμάτων γινόμενον, ὅταν στερεά. Ὅτι δὲ ἀδύνατόν ἐστιν κατὰ ἀνάκλασιν ἀποπέμπειν τὸ φῶς τὴν σελήνην, ἀπὸ τούτων ἂν μάλιστα συνοφθείη. Ἀπὸ μὲν τῶν στερεωτέρων σωμάτων ἀνάκλασιν οὐκ ἀδύνατον γίνεσθαι· καὶ ἀπὸ ὕδατος δὲ ὁρῶνται γινόμεναι ἀνακλάσεις· ἔχει γάρ τι καὶ τὸ ὕδωρ πυκνότερον· ἀπὸ δὲ μανῶν σωμάτων ἀδύνατον ἀνάκλασιν γίνεσθαι. Πῶς γὰρ ἂν ἀπὸ ἀέρος ἢ πυρὸς γίνοιτο ἀνάκλασις, πεφυκότων γε τῶν τοιούτων σωμάτων καταδέχεσθαι τὰς ἀκτῖνας, ἀλλὰ μὴ κατὰ μόνην τὴν ἐπιφάνειαν λαμπρύνεσθαι ὑπ᾿ αὐτῶν, ἀλλὰ οὕτω δι᾿ ὅλων δεχομένων τὰ οὕτως αὐτοῖς ἐπιβάλλοντα, ὡς οἱ σπόγγοι τὸ ὕδωρ δέχεσθαι εἰώθασι; Καὶ μὴν τῶν κατὰ ἀνάκλασιν φωτιζόντων πρὸς ὀλίγον ἀποπέμπεται τὸ φῶς, ἡ δὲ σελήνη οὐ μόνον μέχρι γῆς ἐκπέμπει τὴν ἀπ᾿ αὐτῆς λαμπηδόνα, ἀλλὰ καὶ τὸν κόσμον ὅλον φωτίζει· τὰ δέ γε κατὰ ἀνάκλασιν φωτίζοντα οὐδ᾿ ἐπὶ σταδίους δύο τὴν ἀκτῖνα ἐκπέμπει, ὡς τοῦτο πάρεστιν ὁρᾶν ἐπί τε τῶν ἐσόπτρων γινόμενον καὶ πάντων ἀπλῶς τῶν κατὰ ἀνάκλασιν φωτιζόντων. Εἰ δέ τις ὑποίσει, ὡς κατὰ ἀνάκλασιν ἡ σελήνη φωτίζουσα διὰ τοῦτο ἐπὶ πλέον τῶν προειρημένων ἐκπέμπει τὸ φῶς, ἐπεὶ μεγίστη ἐστί, φήσομεν πρὸς αὐτόν, ὅτι [*](1 ἴσχουσαν M. ἐχούσης N. ἔχουσαν edd. 2 ὡς ὁ διάπ. N edd. 5 ἀπ᾿ om. M. 7 γινόμενον om. M. 8 ἀποπέμπειν κατ᾿ ἀνάκλασιν φωτίζειν τὴν σελήνην N. 10 γίνεσθαι om. M.)
Τοῦτον τοίνυν τὸν τρόπον φωτιζούσης τῆς σελήνης καὶ οὐ κατὰ ἀνάκλασιν, φανερὸν μέν ἐστιν, ὅτι κέκραται αὐτῆς τὸ φῶς ἔκ τε τοῦ οἰκείου αὐτῆς σώματος καὶ τῶν ἡλιακῶν ἀκτίνων, ἄπορον δ᾿ εἶναι δοκεῖ, πῶς ἅμα τῷ ἐμπίπτειν εἰς τὸ σκίασμα τῆς γῆς ἀφανίζεται τοῦτο, καὶ πάλιν ἅμα τῷ ἐξελθεῖν τὸ ὅμοιον ὁρᾶται περὶ αὐτήν. Οὐ χρὴ δὲ τοῦτο ἀπορεῖν οὐδὲ θαυμάζειν. Καὶ γὰρ ἐπὶ τῶν τοῦ ἀέρος φωτισμῶν τὸ παραπλήσιον ὁρᾶται. Εἰ γοῦν εἰς σκοτεινὸν οἴκημα φῶς εἰσενεχθείη, εὐθέως λαμπρύνεται ὁ ἐν αὐτῷ ἀήρ, καὶ εἰ σβεσθείη τὸ φῶς τὸ φωτίζον αὐτόν, εὐθέως ἅμα τῇ σβέσει σκοτίζεται. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἡλίου γινόμενον ὁρᾶται. Ἀνατείλαντος μὲν γὰρ εὐθὺ λαμπρύνεται ὁ ἀήρ, ἅμα δὲ τῷ ὑπὸ τοῦ ὁρίζοντος κρυφθῆναι σκιάζεται. Καὶ εἰ καθ᾿ ὑπόθεσιν ἐμπίπτων εἰς τὸν ὠκεανὸν ὁ ἥλιος ἐσβέννυτο, οὐ μόνον ἂν ἐσκιάζετο ὁ ἀὴρ τούτου σβεννυμένου, ἀλλὰ καὶ εὐθέως ἅμα τῇ σβέσει ἐσκοτίζετο. Τὸ οὖν παραπλήσιον τούτῳ συμβαίνειν καὶ ἐπὶ τῆς σελήνης, ὁπότε ἐμπίπτει εἰς τὴν σκιὰν τῆς γῆς, οὐδέν, οἶμαι, θαυμαστόν· τοιαύτη γὰρ ἡ τῶν λεπτομερῶν σωμάτων φύσις.
[*](3 πρὸς γῆν M L. 4 καὶ πρὸς γῆν ὁρῶντ φωτίζει M. 5 ἐκπίπτει L. 6 τῶν om. N. 7 ἔχει L. 10 αὐτῆς ante τὸ φῶς om. M L. 11 εἶναι δὲ M. 13 τὸ ἐξελθεῖν M. 17)Ζητεῖται κἀκεῖνο κατὰ τὸν τόπον, πῶς ἐν ταῖς ἡλιακαῖς τῶν ἐκλείψεων οὐ δι᾿ ὅλης αὐτῆς αἱ τοῦ ἡλίου ἀκτῖνες διικνούμεναι φῶς πέμπουσιν, ὥσπερ διὰ τῶν νεφῶν παχυτέρων τῆς σελήνης ὄντων. Ὁ οὖν Ποσειδώνιός φησιν, ὅτι οὐ μόνη ἡ ἐπιφάνεια τῆς σελήνης λαμπρύνεται ὑπὸ τοῦ ἡλίου, καθάπερ καὶ τὰ στερεὰ τῶν σωμάτων μόνην τὴν ἐπιφάνειαν ἔχει λαμπρυνομένην, ἀλλ᾿ ἐπὶ πλεῖστον ἔχει τὰς ἀπὸ τοῦ ἡλίου ἀκτῖνας διικνουμένας ἅτε μανὸν σῶμα ὑπάρχουσα, οὐ μὴν μέχρι γε παντός· καὶ γὰρ βαθυτάτη ἐστὶ πάνυ μεγάλην ἔχουσα τὴν διάμετρον, καὶ ὁ ἥλιος οὐκ ὀλίγον ἀπ᾿ αὐτῆς διέστηκεν· ὁ δὲ νεφώδης ἀὴρ ῥᾳδίως διικνουμένας ἔχει τὰς ἀκτῖνας ἅτε μηδὲν ἔχων βάθος. Τάχα δὲ ἄν τις φαίη οὐκ ἀσκόπως, καὶ ἰδιοτροπίαν τινὰ εἶναι τοῦ περὶ τὴν σελήνην πυκνώματος, δι᾿ οὗ οὐχ οἷόν τε τὰς ἡλιακὰς ἐκπίπτειν ἀκτῖνας.
Κἀκεῖνο δὲ ζητεῖται, πῶς ἡ σελήνη σμικροτέρα οὖσα ἐπισκοτεῖ τῷ ἡλίῳ παντὶ τῷ σώματι αὐτοῦ ἐπιπροσθοῦσα καὶ τῇ ὅλῃ διαμέτρῳ συμπαρεκτεταμένη. Τῶν μὲν οὖν παλαιοτέρων τινὲς ὑπέλαβον ἐν ταῖς τελείαις τῶν ἐκλεάψεων, ὅτε ἐπὶ μιᾶς εὐθείας γίνεται τὰ κέντρα τῶν θεῶν, κύκλῳ περιφαίνεσθαι πάντοθεν ἐξέχουσαν τὴν ἴτυν τοῦ ἡλίου. Τοῦτο δ᾿ οὐ τῶν εὑρημένων ἐστίν· ἑωρᾶτο γὰρ ἂν ἡμῖν τὰ ἐξέχοντα λαμπρότατά γε ὄντα καὶ μὴ βραχεῖαν ἐκφαίνοντα τὴν ἐξοχήν, ἐπεί γε κατὰ πολὺ μείζων ὁ ἥλιος τῆς σελήνης. Ῥητέον οὖν, ὅτι μικροτέρα μέν ἐστιν τοῦ ἡλίου ἡ σελήνη, [*](1 Ζητεῖται τοίνυν N. 3 φῶς om. M. ἐμπίπτουσιν pro πέμπουσιν M. 5 ὅτι μὲν ἡ L. 8 πλεῖστον μὲν ἔχει L N edd. ἀπὸ om. M. 12 ῥᾳδίως om. M. 13 ἄτε L. 14 δὲ om. M. φαίη τις ἂν L N edd. 16 ἀκτ. ἐκπίπτειν L N edd. 17 μι-)