De motu circulari corporum caelestium
Cleomedes
CLeomedes. De motu circulari corporum caelestium. Ziegler, Konrad, editor. Leipzig: Teubner, 1891.
Τοσαύτῃ δὲ πρὸς τοῖς εἰρημένοις κέχρηται περιουσίᾳ δυνάμεως, ὥστε καὶ ἡ σελήνη ἀπ᾿ αὐτοῦ δεχομένη τὸ φῶς αὐτὸ τοῦτο πάσης τῆς περὶ αὐτὴν δυνάμεως αἴτιον ἔχει κατὰ τὰς τῶν σχημάτων διαφοράς· οὐ μόνον ἐν τῷ ἀέρι μεγάλας ἐργαζομένη τροπὰς καὶ κατακρατοῦσα αὐτοῦ καὶ μυρία ἐπιτήδεια ἐργαζομένη, ἀλλὰ καὶ τῶν περὶ τὸν ὠκεανὸν πλημμυρίδων καὶ ἀμπώτεων αὕτη ἐστὶν αἰτία.
Κἀκεῖνο δ᾿ ἔτι πρόσεστιν ὁρᾶν αὐτοῦ τῇ δυνάμει. Ἀπὸ μὲν γὰρ τοῦ παῤ ἡμῖν πυρὸς οὐκ ἔνεστι κατὰ ἀνάκλασιν πῦρ λαβεῖν, ἀπὸ δὲ τῶν ἡλιακῶν ἀκτίνων ἐπιτεχνώμενοι λαμβάνομεν πῦρ κατὰ ἀνάκλασιν τοσαύτας μυριάδας ἀπὸ τῆς γῆς ἀφεστῶτος αὐτοῦ. Καὶ μὴν διὰ τοῦ ζῳδιακοῦ ἰὼν καὶ τοιαύτην τὴν πορείαν ποιούμενος αὐτὸς ὅλον ἁρμόζεται τὸν κόσμον καὶ συμφωνοτάτην παρέχεται τὴν τῶν ὅλων διοίκησιν, αὐτὸς αἴτιος γινόμενος τῆς περὶ τὴν διάταξιν τῶν ὅλων διαμονῆς. Καὶ τούτου μεταστάντος ἢ καὶ τὸν οἰκεῖον τόπον ἀπολιπόντος ἢ καὶ τέλεον ἀφανισθέντος οὕτε φύσεταί τι οὔτε αὐξήσεται, ἀλλ᾿ οὐδὲ τὸ σύνολον ὑποστήσεται, ἀλλὰ καὶ πάντα τὰ ὄντα τε καὶ φαινόμενα συγχυθήσεται καὶ διαφθαρήσεται.
[*](1 et 6 καὶ λοιπὸν om. M. λοιπῶν N. 4 φλογοδ. M.)Ἐχρῆν οὖν αὐτὸν πᾶσι τούτοις ἐπιστήσαντα ἐνθυμηθῆναι, εἰ οἷόν τε ποδιαῖον πῦρ τοσαύτης καὶ τηλικαύτης τὸ μέγεθος καὶ οὕτως ὑπερφυοῦς δυνάμεως μετειληφέναι. Ἀλλὰ γὰρ οἷος ἐν ταῖς τῶν ὅλων ἀρχαῖς καὶ τῷ περὶ τέλους λόγῳ καὶ τὸ σύνολον ἐν τοῖς ἠθικοῖς, τοιοῦτος καὶ ἐν τοῖς ἀστρολογουμένοις καὶ ἐν τῷ κατὰ τὰς φαντασίας τόπῳ καὶ τὸ σύνολον ἐν παντὶ σκέμματι κατὰ πολὺ τῶν σπαλάκων τυφλότερος. Καὶ οὐδέν γε θαυμαστόν· οὐ γάρ, μὰ Δία, φιληδόνων ἀνθρώπων ἐστὶν εὑρεῖν τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἀλλʼ ἀνδρῶν πρὸς ἀρετὴν πεφυκότων καὶ μηδὲν ταύτης ἐπίπροσθεν ποιουμένων, ἀλλʼ οὐχὶ σαρκὸς εὐσταθὲς κατάστημα ἀγαπώντων καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. Οἱ μὲν γὰρ παλαιότεροι ἐξεκήρυσσον ἐκ τῶν πόλεων καὶ τοὺς ἀπὸ τῆς αἱρέσεως καὶ τὰ τοιαῦτα τῶν συγγραμμάτων, λύμην καὶ διαφθορὰν τῶν ἀνθρώπων εἶναι ὑπολαμβάνοντες τὰ ἐπὶ τοσοῦτον καὶ τυφλότητος καὶ κιναιδείας ἥκοντα τῶν δογμάτων. Οἱ δὲ νῦν, ἅτε, οἶμαι, ὑπὸ τρυφῆς καὶ μαλακίας ἐκλελυμένοι, ἐπὶ τοσοῦτον ἐκτετιμήκασι τοὺς ἀπὸ τῆς αἱρέσεως καὶ αὐτὰ τὰ συγγράμματα, ὥστε καὶ κινδυνεύουσι μᾶλλον Ἐπίκουρον καὶ τοὺς ἀπὸ τῆς αἱρέσεως ἀληθῆ λέγειν βούλεσθαι ἢ θεοὺς καὶ πρόνοιαν ἐν τοῖς ὅλοις εἶναι. Καὶ ἔνιοί γε κἂν εὔξαιντο αὐτῶν μᾶλλον ἀπολέσθαι τὴν πρόνοιαν ἢ Ἐπίκουρον ψευδῆ λέγοντα ἐλεγχθῆναι· οὕτως ἀθλίως διάκεινται καὶ ἐπὶ τοσοῦτον ἐξήρτηνται τῆς ἡδονῆς, ὡς καὶ τὸν συνήγορον αὐτῆς ὑπὲρ πάντα τὰ κατὰ τὸν βίον μᾶλλον ἀσπάζεσθαι.
Καίτοι πρὸς ἅπασι τοῖς εἰρημένοις ἀτοπωτάτοις οὖσιν ἔτι καὶ τὰ ἄστρα ἀπεφήνατο ἀνατέλλοντα μὲν [*](4 τῶν λόγων M. 5 σύνολον τῆς ἠθικῆς καὶ τοῖς ἄλλοις)
Ταῦτα ἡ ἱερὰ Ἐπικούρου σοφία ἐξεῦρεν. Ἀλλά, νὴ Δία, τῷ Ὁμηρικῷ Θερσίτῃ ἔπεισί μοι αὐτὸν ἀπεικάζειν. Ὥσπερ γὰρ ἐκεῖνος κάκιστος ἐν τῷ στρατεύματι τῶν Ἀχαιῶν γενόμενος, (ὡς καὶ αὐτός φησιν ὁ ποιητὴς καὶ τὸν Ὀδυσσέα λέγοντα πεποίηκεν, αὐτὸς μὲν εἰπών· [*](5 καὶ ἀμαθ. καὶ προπ Nedd. ἐμφανίζοντας. ὥστε οὐδ᾿ οἱ M. 6 φανερώτεροι M. 7 οὕτω N. 8 τοῦ ἡλ. σβεννυμι M. )
Ἐπεί γε πρὸς τοῖς ἄλλοις καὶ τὰ κατὰ τὴν ἑρμηνείαν αὐτῷ ποικίλως διεφθορότα ἐστί, σαρκὸς εὐσταθῆ καταστήματα λέγοντι καὶ τὰ περὶ ταύτης πιστὰ ἐλπίσματα καὶ λίπασμα ὀφθαλμῶν τὸ δάκρυον ὀνομάζοντι καὶ ἱερὰ ἀνακραυγάσματα καὶ γαργαλισμοὺς σώματος καὶ ληκήματα καὶ ἄλλας τοιαύτας κακὰς ἄτας· ὧν τὰ μὲν ἐκ χαμαιτυπείων ἄν τις εἶναι φήσειε, τὰ δὲ ὅμοια τοῖς λεγομένοις ἐν τοῖς Δημητρίοις ὑπὸ τῶν Θεσμοφοριαζουσῶν γυναικῶν, τὰ δὲ ἀπὸ μέσης τῆς προσευχῆς καὶ τῶν ἐπ᾿ αὐλαῖς προσαιτούντων, Ἰουδαῖκά τινα καὶ παρακεχαραγμένα καὶ κατὰ πολὺ τῶν ἑρπετῶν ταπεινότερα. Ἀλλ᾿ ὅμως τοιοῦτος καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς δόγμασιν ὢν οὐκ αἰσχύνεται ἑαυτὸν ἐντάσσειν εἰς τὴν Πυθαγόρου καὶ Ἡρακλείτου καὶ Σωκράτους χώραν καὶ τὴν πρώτην ἐν αὐτοῖς τάξιν ἔχειν ἀξιοῦν ὁμοιότατον, ὡς εἰ ἐν τοῖς ἱεροφάνταις καὶ ἀρχιερεῦσιν οἱ ἱερόσυλοι ἑαυτοὺς κατατάσσειν ἐπιχειροῖεν τὴν πρώτην ἐν αὐτοῖς τάξιν ἔχειν ἀξιοῦντες, ἢ εἴ τις τὸν Σαρδανάπαλον ἐπινοήσειε τῷ Ἡρακλεῖ περὶ καρτερίας συγκρίνεσθαι ἐπιχειροῦντα καὶ ἐφαπτόμενον τοῦ ῥοπάλου καὶ τῆς λεοντῆς καὶ λέγοντα πρὸς αὐτόν, ὡς ἐγὼ τούτων ἀξιώτερος. Οὐκ ἀποφθερῇ, κακὸν κάθαρμα, ἐπὶ τοὺς κροκωτοὺς καὶ τὰς παλλακίδας, μεθ᾿ ὧν ἐπὶ ταῖς κλίναις διημερεύσεις, τοτὲ μὲν πορφύραν ξαίνων, ἄλλοτε δὲ στεφάνοις ἀναδούμενος, ἔστι δ᾿ ὅτε τὰ ὄμματα ἐντριβόμενος ἢ καὶ ἐν πολλῇ καὶ ἀσχήμονι μέθῃ καταυλούμενος καὶ λοιπὸν τὰ τούτοις ἑπόμενα πράσσων, καθάπερ τις σκώληξ ἐν πάνυ πονηρῷ τε καὶ κοπρώδει βορβόρῳ καλινδούμενος; Οὐ [*](1 γε om. M. 2 ποικίλως om. edd. 5 ὀνομάζοντος M. 6 λικήματα M. 7 χαμαιτυπίων, φήσειεν εἶναι M. 9 Δη-)
Ὅτι μείζων τῆς γῆς ὁ ἥλιος.