De motu circulari corporum caelestium
Cleomedes
CLeomedes. De motu circulari corporum caelestium. Ziegler, Konrad, editor. Leipzig: Teubner, 1891.
Περὶ τοῦ κόσμου καὶ τοῦ ἔξα αὐτοῦ κενοῦ, καὶ ὅτι τὸ μέσον τοῦ κόσμου ἅμα καὶ κάτω ἐστίν.
[*](p.1 Blf.)Τοῦ κόσμου πολλαχῶς λεγομένου ὁ νῦν ἡμῖν λόγος ἐνεστηκὼς περὶ τοῦ κατὰ τὴν διακόσμησίν ἐστιν, ὃν ὁρίζονται οὕτω. Κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. Οὗτος δὲ πάντα μὲν τὰ σώματα ἐμπεριέχει, οὐδενὸς ἀπλῶς ἐκτὸς αὐτοῦ ὑπάρχοντος, ὡς ἐν ἑτέροις δείκνυται· οὐ μὴν ἄπειρός γε, ἀλλὰ πεπερασμένος ἐστίν, ὡς τοῦτο δῆλον ἐκ τοῦ ὑπὸ φύσεως αὐτὸν διοικεῖσθαι. Ἀπείρου μὲν γὰρ οὐδενὸς φύσιν εἶναι δυνατόν· δεῖ γὰρ κατακρατεῖν τὴν φύσιν, οὗτινός ἐστιν· ὅτι δὲ φύσιν ἔχει τὴν διοικοῦσαν αὐτόν, γνώριμον πρῶτον μὲν ἐκ τῆς τάξεως τῶν ἐν αὐτῷ μερῶν, ἔπειτα ἐκ τῆς τῶν γινομένων τάξεως, [*](1 Nomen auctoris adrasum multo maius spatium cepisse videtur, quam nunc a manu recentiore suppletum; prima lit- tera ε fuisse videtur: Ε///////// κλεομήδουϲ κυκλικῆς θεωρίας τῶν εἰς δύο τὸ πρῶτον. M. 2 μετεώρων om. L. 4 inscriptionem capitis om. M. 5 Περὶ κόσμου N. 7 Syllaba λε cun la- cuna deest M. 8 τὴν om. M. olim erat ἐστιν, ν posthac )
Ὅτι δὲ ἔστι κενόν, διὰ βραχέων ὑπομνήσομεν. Πᾶν σῶμα ἔν τινι εἶναι ἀναγκαῖον. Τοῦτο δὲ ἐν ἐστι, τοῦ κατέχοντος αὐτὸ καὶ πεπληρωκότος ἕτερον εἶναι δεῖ, ἀσώματον ὂν καὶ οἷον ἀναφές. Τὴν οὖν τοιαύτην ὑπόστασιν, οἵαν τε οὖσαν δέχεσθαι σῶμα καὶ κατέχεσθαι, κενὸν εἶναί φαμεν. Ὅτι δὲ ἔν τινι τοιούτῳ τὰ σώματά ἐστι, μάλιστα ἐπὶ τῶν ὑδάτων καὶ πάσης τῆς ὑγρᾶς οὐσίας πάρεστιν ὁρᾶν. Ὁπόταν γὰρ ἐκ σκεύους ὑγρὸν ἔχοντος καὶ στερεόν τι ἐν αὐτῷ σῶμα ἄρωμεν τὸ στερεόν, συμπίπτει τὸ ὕδωρ ἐπὶ τὸν τοῦ ἐξηρμένου τόπον, καὶ οὐκέτι ἡ αὐτὴ ἔξαρσις αὐτοῦ φαίνεται, ἀλλὰ τοσούτῳ ἐλάττων, ὅσον τὸ τοῦ ἐξαρθέντος μέγεθος ἦν. Καὶ πάλιν, ἂν εἰς πεπληρωμένον ὑγροῦ σκεῦος στερεόν τι ἐμβληθῇ, τοσοῦτον ὑπερχεῖται τοῦ ὑγροῦ, ὅσος ἐστὶν ὁ τοῦ ἐμβληθέντος στερεοῦ ὄγκος, οὐκ ἂν τούτου συμβαίνοντος, εἰ μὴ ἔν τινι τὸ ὑγρὸν ὑπῆρχε πεπληρωμένῳ ὑπʼ αὐτοῦ καὶ οἵῳ τε ὄντι ὑπὸ σώματος κατέχεσθαι. Τ δὲ ὅμοιον καὶ [*](3 μεγαλοφελ M. 4 μέρους, non μέρος, ut Schmidt. — ἐστιν om. L. 5 πεπεράτωται L. 10 post ὑπομνήσομεν se- ouitur περὶ κενοῦ minio pictun N. 11 τοῦτο δὲ ἐστιν, ἐν ᾧ ἐστι M. 13 ἀσώματον om. M. 14 οἵαν τʼ ἂν οὖσαν N.)
Ὅθεν οἱ λέγοντες ἔξω τοῦ κόσμου μηδὲν εἶναι φλυαροῦσιν. Αὐτὸ γὰρ τοῦτο, ὃ μηθὲν καλοῦσιν, οὐδήπου χεομένῃ τῇ οὐσίᾳ ἐμποδὼν δύναται στῆναι· [*](1 τοῦ om. M. 3 γὰρ pro γοῦν L. 4 ἐγχέομεν M. ἀντιλαμβανόμεθα τοῦ ἐν αὐτῷ πνεύματος διεξιόντος M. ἀντι- λαβώμεθα L. 5 ὅταν στενὸν N. 7 νῦν om. L. 8 δʼ )