Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μή γεύσησθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σύμφωνος τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσι τοῖς ζώοις ἐπιθεὶς τὰ ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διατί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πένθος; ἐπ’ αὐτῷ γὰρ πρώτῳ τῷ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφάς φιμώθητι.

Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησάμενος διὰ τὴν ἄγνοιαν· ἔτι μὴν καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῶ, εἰ ὑπενέγκη, καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάγνωσιν αἱ ῥήσεις ἔχουσιν, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσωσιν, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων.

Πλὴν ἡ ζήτησις μέχρι τριῶν ἡμερῶν ἐγένετο. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες πρὸς τὸν ἀπόστολον Πέτρον λέγοντες· ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν, πολλοὺς τῶν ἐκεῖ κατέπληξεν, καὶ σὲ πολλαῖς διαβολαῖς μισητὸν ἐποίησεν. ταῦτα ἀκούσας ὁ ἀπόστολος Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συνελθεῖν ἐποίησεν, συναχθέντων δὲ αὐτῶν ἔφη·

ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισεν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσιν, προλαβὼν ὁ διάβολος, προαπέστειλεν Σίμωνα, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, χρή [οὖν] με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.

Δεῖ οὖν τινα ἀντ’ ἐμοῦ τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες ἐκτενῶς τοῦ θεοῦ δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· δέσποτα κύριε, ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ, σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ Κλήμεντα φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη.

Μέλλοντά με ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ βούλομαι ἐξαυτῆς ὑμᾶς ἀπελθόντας παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ, λανθανόντως ἐπιξενωθέντας παρ’ αὐτῆς, τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς μαθόντας, γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν εἰς Τύρον αὐτὸν προήγομεν τῆς Φοινίκης. Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης ἅμα Νικήτῃ καὶ Ἀκύλᾳ, εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα, καὶ κατ’ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης, ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο. εἴπομεν δὲ πρὸς αὐτὴν, ὅτι Σίμων ὁ μάγος ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. καὶ λοιδορῶν τὸν Πέτρον, πολλῶν συναρπάζει ψυχάς. καὶ μάγος ὢν, μάγον τὸν Πέτρον ἀποκαλεῖ. καὶ πλάνος αὐτὸς ὢν, πλάνον ἐκεῖνον ἀποκηρύσσει καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγὼν, φάσκει νενικηκέναι.

Ἡ δὲ Βερνίκη εἶπεν· ταῦτα οὕτως ἔχει, τὰ δὲ ἄλλα τὰ κατὰ τὸν Σίμωνα ἀκούσατε· φαντάσματα καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν καθ’ ἡμέραν πᾶσαν ἐκπλήττει τὴν πόλιν· διερχομένου γὰρ αὐτοῦ ἀνδριάντες κινοῦνται καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὰς ψυχὰς τῶν τεθνηκότων λέγει. πολλοὺς δὲ αὐτὸν γόητα λέγοντας ὕστερον προφάσει εὐωχίας προσκαλεσάμενος, βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόροις νόσοις περιέλαβεν, καὶ δαίμοσιν ὑπέβαλεν, καὶ πολλοὺς κακώσας, θεὸς εἶναι προτετίμηται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχηρήσητε πρὸς αὐτὸν πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἔλθῃ, ὃς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν, τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς, ἀνταγωνίσασθαι.

Ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα ἕωθεν ἅπαντα γράψαντες, εἰς περίπατον ἀπετραπόμεθα. καὶ Ἀππίων ἀπαντᾷ ἡμῖν μετὰ ἀνδρῶν τριάκοντα· καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη τοῖς μετ’ αὐτοῦ· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδίας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθέ μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ’ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθνη βάρβαρα.

Κἀγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι· ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ ἀπεκρινάμην· τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ· ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐσεβεῖν βουλόμενον μὴ θέλειν τοῖς τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα φῇς κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως· καὶ ὁ Ἀππίων· τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσι καὶ κακοῖς ἐπίστευεν μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μύθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχότερον ὑποχωρήσωμεν ἤδη τόπον. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη· ἔνθα κἀγὼ ἄσμενος μετ’ αὐτῶν ἐκαθεζόμην, καὶ ὡς ἠτένιζον εἰς ἐμὲ, ἠρξάμην πρὸς αὐτοὺς λέγειν·

Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ παντοπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες μὴ δεδίωσιν· ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ’ ἣν μηδὲν πάσχειν τινὰ ἢ ποιεῖν δύνασθαι. νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται καὶ ἁμαρτὼν οὐ μεταμελεῖται, ἐφ’ οἷς ἠσέβηκεν· ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνοουμένου καὶ ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀπονέμοντος, πᾶν ὅ,τι δύνανται διὰ τὴν ἀφοβίαν εὐκόλως δρῶσιν. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται· τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.

Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος, εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα,

δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ’ ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει, καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου κωλάσεως λυτροῦται.

Περὶ δὲ ἑκάστου τῶν λεγομένων θεῶν ὑμῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, τοῦ Διὸς καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ’ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοιεῖτε ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα ὡς λέγετε καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι, καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσιν. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ. ἰδιώταις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον. τοῖς δὲ ἐκ παιδείας ὁρμωμένος τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις [θεῶν] ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται. διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ’ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι’ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῆς οὔσης τῆς ψυχῆς, τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὐτῶν συμφωροῦσι νοῦν· ὅθεν ἐπ’ αὐξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἐστὶν τὰ ἐῤῥιζωμένα ἀσεβήματα. διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς τῶν Ἑλλήνων ἐπακούειν μυθολογίας· πολὺ γὰρ ἀμαθίας χείρονά ἐστι τὰ παρ’ αὐτοῖς μαθήματα· τινὲς δὲ τῶν παρ’ αὐτοῖς πάντα τὰ ἁμαρτήματα ἀδιάφορα λέγουσιν, γελοῖον δὲ οὕτως ὑπολαμβάνειν τοὺς τὰ τοιαῦτα λέγοντας. ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ, οἴκων καταλύσεις, μαγεῖαι, δόλοι, ἀπορίαι καὶ ἄλλα πλείω κακά; ἐνδέχεται γὰρ συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν, καὶ ἀποδραμοῦσαν ἐκ τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ καὶ διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον τὸ κατὰ γαστρὸς φθείραι θέλειν καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συνφθαρῆναι. εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν

ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ κατέλιπεν βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ; καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν. ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ, ὧνπερ ἂν ψαύσῃ τῆς ἀφανεστάτης λύσσης μεταδιδοὺς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν. ἐκεῖνο δὲ πάντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τοῦτο τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους τε ἐπὶ τούτων ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μύρια. διὰ τοῦτο ἐγὼ τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ’ ἀξίαν ὧν ἔπραξεν ὅπου δήποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ; οὐχὶ καὶ οἱ Ἑλλήνων νόμοι ταῦτα ἀπαγορεύουσιν, καὶ τοὺς μοιχοὺς κολάζουσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοὶ, ἀλλ’ ἢ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μον εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς πρὸς τοὺς ὑπ’ ἑμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντές με πάντως τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διὰ σοῦ ἡμᾶς ἐλεείτω, διά σοῦ θεραπευέτω· ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο.

Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων· δυνατὸς γάρ ἐστιν καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθῆτε, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ τῷ θεῷ ἀρέσκοντα ἀναδεξάμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ, τὸ αὐτῷ προσεύχεσθαι, τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μολυσμοῦ ἀσπίλους ἑαυτοὺς διατηρεῖν ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντας. ἅπερ ἕκαστος ἑαυτῷ θέλει, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὐ θέλεις φονευθῆναι; ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε

γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, θεῷ προσφιλεῖς γενόμενοι ἐπιτεύξησθε τῆς ἰάσεως.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες, ἅπαντες ἐβαπτίσθησαν. οἱ δὲ Σιδώνιοι ταῦτα ἀκούσαντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον ἐλθεῖν πρὸς αὐτούς· αὐτοὶ γὰρ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν οὐκ ἴσχυον. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ ὁ μάγος μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετὰ Ἀππίωνος καὶ τῶν ἑαυτοῦ ἑταίρων.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητέ με τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δι’ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαθὼν τοὺς προωρισμένους τοῦ θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος ἐν ἡμέραις ὀλίγαις πολλῶν κἀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξήει τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γὰρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον· μάγος ἐστὶν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ἐν ὑμῖν καὶ τὰς νόσους ἐκίνησεν αὐτὸς, ἵνα ὑμᾶς καταπλήξηται, ὡς νομισθῆναι θεός. ἡσυχίαν δὲ παρασχόντος τοῦ λαοῦ ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ εἶπεν· ἄνδρες, ἅπερ οὗτοι λέγουσιν, θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

Τῶν δὲ ὄχλων φοβηθέντων καὶ προθύμως ἐπαγγελλομένων τὰ ὑπ’ αὐτοῦ κελευόμενα πράττειν, ὁ Πέτρος ἔφη· μηδεὶς ὑμῶν ὁμιλείτω τοῖς μάγοις, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύματος συντόμως ξύλα λαβόντες καὶ τύψαντες τοὺς περὶ τὸν Σίμωνα ἐδίωκον αὐτοὺς ἕως παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες καὶ πᾶς ὁ ὄχλος γονυπετὴς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δὲ ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει κατορθώσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.

Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, δι’ ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας πολλοὺς καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τριπολιν

εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου πολλοὶ συνεισῆλθον. οὐχ ἥκιστα δὲ τῶν ἐπ’ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ὑπ’ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ διηγούμενοι τάτε κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα παρὰ Σίμωνι ἀκριβῶς· ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαρώνου ἦγον οἰκίαν.