Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Καὶ ὁ Πέτρος· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεννηθῆναι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε. καὶ ὁ Σίμων μεταβαλών· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς ἠδύνατο εἶναι ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σνμφώνως τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσιν ἐπιθεὶς τοῖς ζώοις ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσαντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι καὶ τὰ ὀνόματα ἐπιτέθεικε, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πέθνος, ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς; εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχε, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ, ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφὰς φιμώθητι.

Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν, ἔτι μὴν καὶ· ἐπείραζε κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ, εἰ ὑπενέγκῃ, καὶ τό· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἵνα μὴ εἰς πολύ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάνοιαν καὶ διάγνωσιν αἱ ῥήσεις ἔχουσιν αὗται, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν τοῦτο διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. ταῦτα δὲ πάντως μετὰ πολλὰς ἄρα συμβήσεσθαι μέλλοντα γενεὰς προγινώσκοντός ἐστι καὶ σαφέστατα εἰδότος.

Ἡ μὲν οὖν περὶ τούτων ζήτησις καὶ εἰς τρίτην παρετείνετο τὴν ἡμέραν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἀφίκοντό τινες ἐκεῖθεν ἐπαγγέλλοντες τῷ Πέτρῳ, ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατέπληξε, καί σε πολλαῖς διαβολαῖς μισητὸν ἐποίησε. ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συναθροίσας ἐπειδὴ, φησὶν, ὁρμῶντός μου

εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισε καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσι, προλαβὼν ὁ διάβολος Σίμωνα προαπέστειλεν, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ χρή με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.

Δεῖ οὖν ἀντ’ ἐμοῦ τινα τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες τοῦ θεοῦ ἐκτενῶς δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκε χεῖρας τῷ Ζακχαίῳ καί φησι· δέσποτα κύριε ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος ἐμὲ Κλήμεντα φωνήσας καὶ Νικήτην καὶ Ἀκύλαν ἔφη.

Μέλλοντί μοι πρὸς τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ, βούλομαι τὸ τάχος ὑμᾶς ἐκεῖ γενομένους καὶ παρὰ τῇ Χαναανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας τὰ κατὰ τὸν Σίμωνα πάντα διερευνησαμένους ἀκριβῶς γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα καταλιπόντες αὐτὸν εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα. καὶ παρὰ τῇ προειρημένῃ Χαναανίτιδι καταχθέντες καὶ δαψιλοῦς παρ’ αὐτῇ ξενίας καὶ φιλοτίμου τυχόντες περὶ τοῦ Σίμωνος αὐτίκα διελεγόμεθα· Σίμων οὗτος ὁ μάγος, εἰπόντες, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, φυγὰς ἐνταῦθα ὡς εἶχεν εὐθὺς ἀπέδρα, καὶ λοιδορούμενος αὐτῷ συναρπάζει τὰς τῶν ἁπλουστέρων ψυχὰς, καὶ μάγος ὢν αὐτὸς μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος ὢν οὗτος τὸν ἀπόστολον πλάνον ἀποκηρύττει καὶ διὰ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγῇ αἰσχρῶς ἑαυτὸν ἐπιτρέψας φάσκει νενικηκέναι.

Ἡ Βερνίκη μὲν οὖν οὕτω καὶ αὐτὴ ταῦτα ἔχειν εἶπε, καὶ τἄλλα δὲ παρ’ ἑαυτῆς τὰ λειπόμενα προσετίθει. φαντάσματα γὰρ, ἔφη, μετὰ τὸ τῇδε αὐτὸν ἐπιστῆναι καὶ ἰνδάλματα καθ’ ἑκάστην ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν πᾶσαν ἐκπλήττει τὴν πόλιν· ὡς ἀνδριάντας μὲν αὐτοῦ διερχομένου κινεῖσθαι, καὶ σκιὰς δὲ πολλάκις αὐτοῦ προηγεῖσθαι, ἃς καὶ τῶν τεθνηκότων ψυχὰς αὐτὸς ὀνομάζει. πολλοὺς δὲ αὐτὸν καὶ γόητα λέγοντας ὕστερον εἰς εὐωχίαν δῆθεν καλέσας βοῦν τε θύσας καὶ αὐτοὺς ἑστιάσας διαφόροις περιέβαλε νόσοις, καὶ δαίμονας δὲ αὐτοῖς ἐνῆκε· καὶ ὅλως πολλοὺς κακώσας θεὸς εἶναι νενόμισται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον πῦρ ἀναφθὲν κατασβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ, μηδὲν ἐγχειρήσητε πρὸς αὐτὸν, πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἀφίκηται, ὃς τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς δυνήσεται μόνος πρὸς τοσαύτην δυναστείαν ἀνταγωνίσασθαι.

Ταῦτα τῆς Βερνίκης εἰπούσης, ἡμεῖς ἕωθεν πάντα τὰ κατὰ τὸν Σίμωνα γράψαντες εἰς περίπατον ἐτραπόμεθα. καὶ δὴ καὶ Ἀππίων ὑπαντᾷ ἡμῖν μεθ’ ἑτέρων τριάκοντα, Ἀππίων ἐκεῖνος, οὗ πρόσθεν ἐμνήσθημεν.

καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας τε καὶ κατασπασάμενος οὗτός ἐστι Κλήμης, ἔφη τοῖς μετ’ αὐτοῦ, περὶ οὗ πολὺν ἐν εὐγενείᾳ τε καὶ τρόπων ἐλευθερίᾳ πρὸς ὑμᾶς ἐποιούμην λόγον, ὅτι ἀνὴρ γένος τε ὢν ἀπὸ Καίσαρος Τιβερίου καὶ πᾶσαν Ἑλληνικὴν παιδείαν ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ, συναγωνίσασθέ μοι πρὸς τὴν τούτου διόρθωσιν. ἐφ’ ὑμῶν γὰρ αὐτοῦ πυνθάνομαι, καὶ λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ καὶ τὰ μέγιστα ἀσεβεῖ τὰ πάτρια μὲν καταλιπὼν, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα καὶ ἀλλόκοτα.

Κἀγὼ πρὸς αὐτὸν τὴν μὲν πρὸς ἐμέ σου, φημὶ, ἀγαθὴν προαίρεσιν ἀποδέχομαι· τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτιπερ ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναι με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα. προφάσει γὰρ φιλίας λανθάνεις πρὸς ἀπάτην ἡμᾶς ἐκκαλούμενος. καὶ ὁ Ἀππίων οὐκοῦν ἀγνωσία σοι δοκεῖ τὰ πάτρια, ἔφη, φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ τὸν εὐσεβεῖν προῃρημένον, ἀπεκρινάμην, οὐ πάντως φυλάσσειν τὰ πάτρια δεῖ· ἀλλὰ φυλάσσειν μὲν, ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ μὴ οὕτως ἔχοντα. ἐνδέχεται γὰρ, τινὰ πατρὸς ἀσεβοῦς ὄντα καὶ βουλόμενον εὐσεβεῖν μὴ τὰ τοῦ πατρὸς ἐθέλειν μιμεῖσθαι, καὶ κατ’ ἴχνος αὐτοῖς ἕπεσθαι. καὶ ὁ Ἀππίων τί οὖν, τὸν σὸν πατέρα φῂς οὐκ ἀγαθοῦ γεγονέναι βίου; κἀγὼ ἔφην, ὅτι κακοῦ μὲν αὐτὸν οὐκ ἂν εἴποιμι, πλὴν ὅτι τοῖς ψευδέσι καὶ κακοῖς τῶν Ἐλλήνων ἐπίστευε μύθοις. καὶ ὃς τίνες οἱ μῦθοι οὗτοι; φησίν. ἐγὼ δὲ ὑπολαβὼν ἡ περὶ τὸν θεὸν, εἶπον, οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς μετὰ τῶν ἄλλων ἀκούσῃ φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα πλείονα παρεχόμενον ἡσυχίαν ὑποχωρήσωμεν τόπον. καὶ δὴ προϊόντες, ἔνθα ναμάτων ἦν ψυχρῶν καθαρὰ ῥεύματα καὶ δένδρων παντοίων χλοερῶν τέρψις, ἐκαθεζόμεθα. ἐπεὶ δὲ πάντες ἦσαν ὁρῶντες ἀτενῶς εἰς ἐμὲ, οὕτω τοῦ πρὸς αὐτοὺς ἄρχομαι λόγου·

Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες ἐκείνους ἔχωσι τοῦ κακοῦ συνηγόρους. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο τὴν λεγομένην γένεσιν, καὶ παρ’ αὐτὴν οὔτε πάσχειν τινὰ δυνατὸν εἶναί φασιν, οὔτε ποιεῖν, ἵνα νομίσαντες, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν, οὕτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχωνται, καὶ ἁμαρτάνοντες μὴ μεταμέλωνται, ἐφ’ οἷς ἠσεβήκασιν. ἄλλοι δὲ ἀπρονόητα δογματίζουσι τὰ παρόντα, καὶ αὐτομάτως φέρεσθαι τὸ πᾶν εἰσάγουσι, μηδενὸς ἐφεστηκότος δεσπότου· ὃ δή που καὶ πάντων ἐστὶ χαλεπώτατον, οὕτω τὸν θεὸν βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας, ὥστε μηδὲ εἶναι λέγεν τὸν ἐφεστῶτα καὶ προνοούμενον καὶ τὰ κατ’ ἀξίαν τῷ πάντι ἀπονέμοντα. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται. τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.

Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις συγχωροῦντα τὰ ἁμαρτήματα·

δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ’ ἀξίαν τῶν πεπραγμένων ἀποδιδόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει· καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου λυτροῦται κολάσεως.

Ἑκάστου δὲ τῶν παρ’ ὑμῖν λεγομένων θεῶν τὰς ἀσεβεῖς διελέγχων πράξεις, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ’ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, καὶ ἀπ’ αὐτοῦ γε πρότερον, εἰ δοκεῖ, τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγεται, καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς τὰ μόρια θερίσας τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν εἰκόνας καὶ τύπους παρέσχετο. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν ἐθέλουσι τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν, ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. καὶ μοιχοῖς ὑπὲρ μοιχείας βοηθῶν, αὑτὸς λάκις μοιχὸς εὑρίσκεται. ἀδελφογαμεῖν δὲ προτρέπεται ἀδελφαῖς οὗτος συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι καὶ Ἀφροδίτῃ τῇ οὐρανίᾳ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν καὶ θεὸς εἶναι τοῖς ἰδιώταις ὁ μῦθος δογματισθῇ. τούτων οὐχ ὡς ἔτυχεν ἐγὼ καταγνοὺς τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ’ ἀξίαν, ὧν ἔπραξεν, ὅπου δή ποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκε τῷ λόγῳ· τί γὰρ; οὐχὶ καὶ Ἕλληνες καὶ οἱ Ἑλλήνων νόμοι ἀπαγορεύουσι τὰ τοιαῦτα; καὶ τοὺς μοιχούς τε καὶ ἄλλως τὰ ἐναντία πράττοντας τιμωρεῖσθαι νομοθετοῦσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις διαπραξάμενοι κόλασιν οὐ τὴν τυχοῦσαν ὀφείλουσι. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες δοῦναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῶν σκοποὶ μηκέτι θεοὶ, ἀλλὰ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν ἁμαρτάνειν πάντως τολμήσειεν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτάνειν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ᾔδειν, ἔφη, ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι·

φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ πρὸς αὐτόν· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ᾖσαν ὥσπερ ἡδόμενοι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· ὅθεν καὶ τῇ ὑστεραίᾳ ἀξιώσαντες ἀφικέσθαι πάλιν, τό γε νῦν ἔχον ὑπεχώρουν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι, καὶ αὐτῆς δὲ τῆς Τύρου πολλοὶ, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. στὰς οὖν ὁ Πέτρος ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσι καταφανὴς εἶναι καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο·

Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι βουλομένων· δυνατὸς γάρ ἐστι καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾶ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσέλθητε, εὖ ἴστε, ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ θεῷ ἀρέσκοντα μετερχόμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ τὸ αὐτῷ τε προσεύχεσθαι, καὶ τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μιάσματος ἀσπίλους ἑαυτοὺς συντηρεῖν, ἐν πολλοῖς σώμασι μιᾷ γνώμῃ στοιχοῦντας ὅπερ ἕκαστος ἑαυτῷ θέλει, τοῦτο καὶ περὶ τοῦ πλησίον φρονεῖν. φησὶ γάρ· οὐ θέλεις φονευθῆναι; σὺ ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν ὅλως κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντές τε καὶ μετιόντες θεῷ προσφιλεῖς ἔσεσθε καὶ τῆς ἰάσεως ἐπιτεύξεσθε.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες, εἶτα καὶ θεραπείας ἀξιωθέντες τῷ ἱερῷ προσῆλθον βαπτίσματι. ταῦτα καὶ Σιδώνιοι μαθόντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, μετάκλητον ποιοῦντες πρὸς αὐτοὺς, ἅτε δὴ διὰ τὰς νόσους ἀδυνάτως αὐτοὶ ἔχοντες πρὸς ἐκεῖνον φοιτᾶν. ὁ Πέτρος τοίνυν ἡμέρας ὀλίγας ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ πάλιν ὁ μάγος ἥκοντα ἤδη τὸν Πέτρον μεμαθηκὼς, φεύγειν ἠγάπα, καὶ πρὸς Βηρυτὸν ἐχώρει μετὰ Ἀππίωνος καὶ τῶν ἑταίρων αὐτοῦ.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐπὶ κλινῶν φέροντες εἰς ὄψιν ἐτίθεσαν. ὁ δὲ Πέτρος πρὸς αὐτοὺς μή με νομίσητε, ἔφη, δύνασθαί τι πρὸς ὑμετέραν ἴασιν, ἄνθρωπον ὄντα θνητὸν καὶ αὐτὸν καὶ πολλοῖς πάθεσιν ὑποκείμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δἰ οὑ σωθῆναι δυνατοὶ ἔσεσθε, οὐ φθονῶ, ὡς ἂν καὶ αὐτὸς ὑπὸ Χριστοῦ διδαχθεὶς καὶ μαθητὴς ἐκείνου τοῦ ἀγαθοῦ γενόμενος. τοιαῦτα καὶ ἐν Σιδῶνι τοῦ Πέτρου παραινοῦντος τοῖς συνιοῦσιν, ἐν ὀλίγαις ἡμέραις πολλῶν κἀκεῖ μετανοίᾳ χρησαμένων καὶ πιστευσάντων; εἶτα καὶ θεραπείας ἀξιωθέντων ἐκκλησίαν συνέστησε. καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας ἐπίσκοπον ἔξεισι τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ σεισμὸς ἐγένετο· καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ βοηθεῖν ἐδέοντο. πεφοβήμεθα γὰρ, ἔλεγον, μὴ καὶ παντελῶς ἀπολώμεθα. τότε καὶ ὁ Σίμων τολμήσας Ἀππίωνι ἅμα καὶ Ἀννουβίωνι, Ἀθηνοδώρῳ τε καὶ ὅσοι ἕτεροι ἦσαν αὐτῷ προσηταιρισμένοι δημοσίᾳ τοῖς ὄχλοις ἐβόα τὸν Πέτρον ὑποδεικνύς· φεύγετε τοῦτον, ὦ ἄνδρες, πάσῃ σπουδῇ, φεύγετε· μάγος ἐστὶ λέγων, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς οὗτος ἐν ὑμῖν εἰργάσατο καὶ τὰς νόσους ἐκίνησεν, ἵνα ὑμᾶς καταπλήξῃ καὶ θεὸς ἄντικρυς παρ’ ὑμῖν νομισθῇ. ἡσυχίαν δὲ τοῦ λαοῦ παρασχόντος ὁ Πέτρος βραχὺ ὑπομειδιάσας μετὰ πολλῆς μάλα τῆς παῤῥησίας ἄνδρες, ἔφη, ἅπερ οὗτοι λέγουσι θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι, περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκ βάθρων αὐτῶν ἀναστρέψαι πόλιν.

Τῶν δὲ ὄχλων ὑποπληξάντων, εἶτα προθύμως ἐπαγγελλομένων τὰ ὑπ’ αὐτοῦ κελευόμενα πράττειν ὁ Πέτρος μηδεὶς ὑμῶν, ἔφη, τὸ ἑξῆς ὁμιλείτω μάγοις, μηδ’ ὅλως εἰς λόγους αὐτοῖς ἐρχέσθω. οἱ δὲ ὄχλοι ἐπεὶ ταῦτα ἤκουσαν, τοῖς περὶ τὸν Σίμωνα εὐθὺς ἐπετίθεντο, καὶ πάντας ἐν ὀλίγῳ τραυματίας ποιήσαντες οὐκ ἀνῆκαν αὐτοὺς παίοντες, ἕως παντελῶς τῆς πόλεως ἐξεδίωξαν. ἔπειτα προσιόντες ὅσοι νόσοις αὐτῶν καὶ δαίμοσι προσεπάλαιον, πρὸ τῶν αὐτοῦ ποδῶν ἔκειντο. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δέ τινας ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει καταρτίσας τε καὶ βαπτίσας ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.

Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν, ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, αὐτὸς βραχὺ παραμείνας αὐτοῖς καὶ θεραπεύσας τῶν ἐν Βύβλῳ· πολλοὺς καὶ τὴν εὐσέβειαν αὐτοὺς ἐκδιδάξας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ τῶν φιλομαθεστέρων πολλοὶ συνῆλθον ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου· οὐχ ἥκιστα δὲ καὶ τῶν ἀπ’ αὐτῆς τῆς πόλεως ὄχλων πλείους συνέῤῥεον ἱστορῆσαι Πέτρον βουλόμενοι. ἔνιοι δὲ τῶν ἀδελφῶν, οἳ καὶ ἦσαν ὑπ’ ἐκείνου προεκπεμφθέντες, διηγοῦντο ἡμῖν τά τε κατὰ τὴν πόλιν, καὶ τὰ πραττόμενα παρὰ Σίμωνος ἀκριβῶς, ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαροώνου ἦγον οἰκίαν.