Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

πῶς δὲ καὶ ἡ Αἰγυπτία; οὐ τὴν μορφῆν τοῦ Ἰωσὴφ ἐπεπόθησε σαρκὸς πόθῳ τοῦ ὄντως σεμνοτάτου; καὶ τούτου μὴ ἐπινεύσαντος ἐκπληρῶσαι τὴν αὐτῆς ἐπιθυμίαν, εἰς θλίψεις καὶ ἀνάγκας διὰ τῆς ψευδηγορίας τὸν εὐσεβῆ περιέπειρεν ἕως θανάτου.

2.ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ

γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀληθεία τὴν ὀσφὺν περιζώσασθαι.