Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

X. Ὁμοίως καὶ περὶ τοῦ Δαυὶδ οὐ πεπαίδευσαι, ὃν καὶ εὗρεν ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, πῶς μορφὴν γυναικός, λέγω δὴ τῆς Βηρσαβεέ, ἐπιθυμήσας πόσοις κακοῖς περιέπεσε; ταύτην γὰρ ἰδὼν ὁ ἅγιος ἀληθῶς λουομένην, ἐν ἐπιθυμίᾳ τῆς μορφῆς αὐτῆς γενόμενος,

2.πόσην κακίαν ὁ παμμέγιστος ἀνὴρ κατειργάσατο; καὶ ἥμαρτεν εἰς θεὸν οὐ μόνον τῇ μοιχείᾳ περιπεσὼν, ἀλλὰ καὶ τὸν ἄνδρα αὐτῆς ἀναιρεθῆναι κελεύσας. ὁρᾷς, πόσην δραματουργίαν κακίας ἐτελεσιούργησε διὰ τὴν ἐπιθυμίαν ὁ χριστὸς κυρίου Δαυίδ;

3.παιδευθῶμεν τοῦ μὴ ἐπιθυμεῖν. εἰ γὰρ οἱ τηλικοῦτοι ἄνδρες διὰ γυναικῶν

ἑάλωσαν, πῶς ἡμεῖς οἱ ἀνίσχυες μετὰ τῆς ἑαυτῶν πτώσεως διαπορευόμενοι καὶ ἐν μέσῳ παγίδων διαβαίνοντες ἐκφευ ξώμεθα;