Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

VII. Οἱ τοῦ Χριστοῦ μιμη ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώσασθαι

τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρατείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν.

ἡ γὰρ ὄντως εὐνουχία καὶ ἡ ὄντως παρθενία ἐν κυρίῳ ἁγία ἐστὶν τῷ σώματι καὶ τῷ πνεύματι, ἀπερισπάστως καὶ εὐπαρέδρως τῷ κυρίῳ λατρεύουσα ἐν πνεύματι θεοῦ, καθαρῶς καὶ ἀμιάντως ἀρέσκουσα τῷ κυρίῳ καὶ ἀεὶ μεριμνῶσα, πῶς ἀρέσει αὐτῷ.

3. Καὶ ἐν πνεύματί ἐστιν πρὸς τὸν κύριον, καθὼς γέγραπται· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι, λέγει κύριος.

VIII. Οὐ γὰρ μόνον ὀνόματι ψιλῷ ἅγιος ἅγιός ἐστιν, ἀλλ’ ἐν παντὶ ἅγιός ἐστιν τῷ σώματι καὶ τῷ πνεύματι.

ἅτινά εἰσιν πορνεία, ἀκαθαρσία, 〈ἀσέλγεια〉, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, διχοστασίαι, φθόνοι, φόνοι, μέθαι, κῶμοι, εὐτραπελία, μωρολογία, γέλως, ἀφροσύνη, σκώμματα, ψιθυρισμοί, πικρία, ὀργή,

κραυγή, βλασφημίαι, φλυαρίαι, κακίαι, ἐφευρήσεις κακῶν, ἐπιορκίαι, πολυλογίαι, πλοκολογίαι, βαττολογίαι, μοχθισμοί, βαναυ σίαι, διαπαρατριβαί, προσκλήσεις, βλακεῖαι,