Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

ὁ γὰρ ἡγούμενος ἐκ τοῦ ἐν τῷ ἔργῳ προηγεῖσθαι καλεῖται ἡγούμενος. ὄνομα γὰρ ψιλὸν οὐκ εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

ὁ νεανίσκος τοίνυν, τουτέστιν ὁ ἑαυτὸν εὐνουχίσας διὰ τὴν βασιλείαν, καὶ ἡ παρθένος, ἐὰν μὴ κατὰ πάντα τοιοῦτοι ὦσιν, ὥσπερ οἱ ἀληθινοὶ μιμηταὶ τοῦ Χριστοῦ, οὐ δύνανται σωθῆναι.

3. τὸ γὰρ λέγεσθαι παρθένον καὶ τὰς ἀρετὰς μὴ ἔχειν ἀναλόγους καὶ οἰκείους καὶ ἁρμοζούσας τῇ παρθένῳ, μωρὰν τὴν τοιαύτην παρθενίαν ἔφησεν ὁ κύριος· ἀφεγγὴς γὰρ οὖσα καὶ ἀνέλαιος ἔξω τῆς βασιλείας τῶν οὐρανῶν ἐκκλείεται. νυμφίου χαρᾶς στερηθεῖσα, καὶ μετὰ τῶν μισούντων τὸν νυμφίον λογισθήσεται· δοκεῖ γὰρ εἶναί τι ἡ ἄπρακτος μηδὲν οὖσα, καὶ φρεναπατᾷ ἑαυτήν.

4. τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκα στος καὶ ἑαυτὸν ἐπιγινωσκέτω, ὅτι θρησκεία ἐστὶν μάταιος· παρθενίαν καὶ ἐγκράτειαν ὁμολογοῦντες ἔχειν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.

καὶ ὁ τοιοῦτος τὴν ἁγνείαν ἐγκομβοῦται ἐν τῷ ἁγνῷ φόβῳ κυρίου.

6. καὶ ὁ ἀληθῶς ἀπὸ τοῦ φόβου κυρίου τὰς σάρκας προσηλώσας ἀπὸ τοῦ φόβου κυρίου παρῃτήσατο τὸ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ παρῃτήσατο τὸ εἶναι ἄνθρωπος ἐν τῷ μέρει τούτῳ, τάς τε τοῦ κόσμου μερίμνας καὶ ἀπάτας καὶ ἡδωνὰς καὶ κραι πάλας καὶ μέθας καὶ συγχύσεις Βαβυλωνίας καὶ πάντα τὰ βιωτικὰ ἠρνήσατο, καὶ ἀπετάξατο τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου δικτύοις καὶ συμπλοκαῖς καὶ πα γίσιν, καὶ ἐπὶ γῆς βαδίζων τὸ πολίτευμα ἐν οὐρανοῖς ἠγάπησεν ἔχειν.