Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

XII. Ὅτι δὲ καλὸν τὸ ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν καὶ πολυτέκνους πένητας, μάλιστα δὲ πρῶτον τοὺς οἰκείους τῆς πίστεως, πᾶσι πρόδηλα καὶ ἀναντίρρητά ἐστιν.

2. Ὅτι δὲ καὶ τοῦτο καλὸν καὶ ὠφέλιμον τῇ ἐν Χριστῷ ἀδελφότητι τὸ τοὺς δαιμονιῶντας ἐπισκέπτεσθαι καὶ

εὔχεσθαι ἐπάνω αὐτῶν εὐχὴν τῷ θεῷ ἀρέσκουσαν πιστῶς καὶ μὴ ἐκ συνθέσεως πολλῶν λόγων ἢ μελέτας ἐξορκισμῶν πρὸς ἐπίδειξιν ἀνθρωπαρεσκείας πρὸς τὸ φανῆναι εὐλάλους ἢ μνήμονας ἡμᾶς,

3. δίκην αὐλοῦ ἠχοῦντας πρὸς τοὺς ἐνεργουμένους φλυαρίας καὶ βαττολογίας καὶ οὐκ ἐν πίστει ἀλη θείας, καθὼς ἐδίδαξεν ὁ κύριος· τοῦτο γὰρ τὸ γένος, φησίν, ἐν προσευχῇ ἐκτενεῖ καὶ πίστει μετὰ νηστείας ἐξέρχεται.

4.Νηφόντως οὖν τὸν κάμνοντα ἐπισκεπτώμεθα, ὡς δεῖ, ἐν πνεύματι ταπεινώσεως.

5.Καλὸν οὖν τὸ συγκοπιᾶν τοῖς κάμνουσιν ἀδελφοῑς, ὡς εἴρηται, δι’ ἀγρυπνιῶν καὶ νηστειῶν καὶ εὐχῶν ἀδιαλείπτων. ἐρρέθη γὰρ ὑπὸ τοῦ κυρίου· Δαιμόνια ἐκβάλλετε, μετὰ καὶ τῶν ἄλλων ἰάσεων · δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

καλή ἐστιν ἡ φιλοξενία καὶ τῷ θεῷ ἀρέσκουσα, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως.

φησὶ δὲ καὶ ἄλλοις· Περὶ δὲ τῆς φιλαδελφίας αὐτοὶ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους.