Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς

ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν οἱ μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γένονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν, ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν, καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης; εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν, ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν, πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;

Οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἰσχρὸν ἀλληγορῆσαι θελήσαντες, οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ Διός, εἰς ἀπορίαν ἐμπεπτώκασιν, οὐ συνιούντες, ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν, ὅτι οἱ ὑπ᾽ αὐτῶν ᾀδόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροὶ, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθειρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτέ ἐστιν μαγεία, δἰ ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνονται.

Ἀυτίκα γοῦν, ὡς καὶ ἄλλοτε εἶπον, ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτόνου. ὁ δ᾽ ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυνάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους, καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει, καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπιδεικνῦσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Πάτραις· Σελήνη δέ τις ἐν Κάραις· Ἑρμῆς ἐν Αἰγύπτῳ τις ἄνθρωπος· Ἄρης ἐν Θράκῃ· Ἀφροδίτη ἐν Κύπρῳ· Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαίνονται τάφοι.

Οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγενῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συγχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθκεν. καὶ μὴ θαύμαζου,

εἰ οἱ κατ᾽ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν, ἢ κατὰ Διόνυσον ἢ κατ᾽ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλλέα ἐν Λευκῇ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὁπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι.

Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι· ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.

Αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται, τὰ ἀπ᾽ ἄλλου γενόμενα· οὐχ ἡ μίξις· οὐχ ἡ κράσις· οὐχ ἡ γένεσις· οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος· οὐδ’ ἡ ἐν τῷ ᾅδῃ συῤῥέουσα ὑποστάθμη· οὐ τὸ ἐπιπολάζον ὕδωρ οὐχ ἡ ζέουσα οὐσία· οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα, εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζώου γένεσιν οὐκ ἐδύνατο, εἴτε ἀεὶ ἀλλήλοις συνῆπτε, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζώου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσώζειν δύνηται, καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ, καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῶν δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζώῳ τῆς ὅλης περιφορᾶς.

Οὕτως ἀνάγκη τινὰ εἶναι νοεῖν ἀγέννητον τεχνίτην, ὅς

τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν, ἢ συνόντα ἀλλήλοις πρὸς ζώου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἕν ἐκ πάντων ἔργον ἀπετέλεσεν. ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅ τινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ᾽ οὐδὲ τὸ ὑφ᾽ ἑτέρου φερόμενόν ἐστιν θεός, οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.

Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετ᾽ Ἀνουβίωνος καὶ Ἀθηνοδώρου μόνον, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ᾽ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ᾽ αὐτοῦ γεγενημένας, καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν, καὶ ὅτι ἐκ τῶν νοσύντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ᾽ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ᾽ αὐτοῦ τετυχηκέναι· καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.

Τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἐν Τύρῳ ἡμῶν ἐπιδημίας, ὑπὸ τὴν ὄρθρον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες, ὁ Θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο.

Θεῷ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὸ σύμπαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων. ὅθεν μηδ᾽ ἐπὶ τοῖς δοκοῦσιν φαύλοις ὑπὸ προπετείας τις αὐτὸν ὡς μὴ φιλάνθρωπον αἰτιάσθω. τῶν γὰρ συμβαινόντων ἀνθρώποις τὰ τέλη ἀνθρώποις μὲν ἄγνωστα, ὡς ἐπὶ κακῷ ὑποπτευόμενα, Θεῷ δὲ ὡς ἀποβησόμενα εὐτυχῶς γνώριμα. αὐτίκα γοῦν Σίμων ἀριστερὰ τοῦ Θεοῦ δύναμις ὤν καὶ τῶν τὸν Θεὸν οὐκ εἰδότων ἐπὶ κακοποιΐᾳ τὴν ἐξουσίαν ἔχων νόσοις ὑμᾶς περιβαλεῖν ἠδυνήθη, αἵτινες διὰ τὴν τοῦ Θεοῦ ἀγαθὴν πρόνοιαν γενέσθαι συγχωρηθεῖσαι ἠνάγκασαν ὑμᾶς, τὸν ἰᾶσθαι δυνάμενον περιβλεψαμένους καὶ εὑρόντας, προφάσει τῆς τοῦ σώματος θεραπείας τὰ Θεῷ δοκοῦντα ἀναδεξαμένους, πεισθῆναι φρονεῖν, ἵνα οὕτως ἅμα τοῖς σώμασι σωθησομένοις καὶ τὰς ψυχὰς σώας ἔχητε.

Μανθάνω οὖν, ὡς βουθυτήσας ἑστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ οὕτως ὑμεῖς οἴνῳ πολλῷ παρενεχθέντες ἅμα τοῖς πονηροῖς δαίμοσιν τὸν ἄρχοντα αὐτῶν ἐφιλοφρονεῖσθε, καὶ οὕτως ὑμῶν οἱ πλεῖστοι ὑπὸ τῶν παθῶν κατελήφθησαν, ἀγνοίας αἰτίᾳ καθ᾽ ἑαυτῶν ἰδίαις χερσὶν ἐπισπασάμενοι τὸ τοῦ ὀλέθρου ξίφος. οὐ γὰρ ἂν τὴν καθ᾽ ὑμῶν ἔσχον ἐξουσίαν οἱ δαίμονες, εἰ μὴ πρότερον τῷ ἄρχοντι αὐτῶν ὁμοδίαιτοι ἐγεγόνειτε. οὕτω γὰρ ἀπαρχῆς ὑπὸ τοῦ πάντα κτίσαντος Θεοῦ δυσὶν ἑκάστοτε ἄρχουσι, δεξιῷ τε καὶ εὐωνύμῳ, ὡρίσθη νόμος, μὴ ἔχειν ἑκάτερον αὐτῶν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τινι ὁμοτράπεζος γένηται, ὅν εὐποιῆσαι ἢ κακῶσαι βούλεται. ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως, ἄν τούτων παυσάμενοι τῷ Θεῷ διὰ τοῦ ἀγαθοῦ καὶ δεξιοῦ ἡγεμόνος προσφύγητε, ἀθύτοις τιμαῖς ποιοῦντες ἅ βούλεται, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε. αὐτὸς γὰρ μόνος διὰ τῆς ἀριστερᾶς ἀναιρῶν διὰ τῆς δεξιᾶς ζωοποιῆσαι δύναται· ὁμοίως δὲ καὶ πατάξαι, καὶ ἀναστῆσαι κείμενον.

Διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, Θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε· δύνασθε δὲ ὁμοίως τὸ δεύτερον, διὰ τῆς μετανοίας, ὡς ἔφην, τὰ Θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναῤῥῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ Θεῷ τὸ αὐτῷ προςεύχεσθαι·

αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα τραπέζης δαιμόνων ἀπέχεσθαι· νεκρᾶς μὴ γεύεσθαι σαρκός· μὴ ψαύειν αἵματος· ἐκ παντὸς ἀπολύεσθαι λύματος· τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ, ὅσ᾽ οἱ Θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες, ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες· ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ᾽ ἄν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αἰτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, Θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα, καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες ἐβαπτίσθησαν. ἔπειτα τοῖς λοιποῖς αὐτοῦ θαύμασιν οἱ λοιποὶ πάντες ἐν μέσαις ταῖς ἀγοραῖς πανδημεὶ ἐπὶ σποδοῦ καὶ σάκκου ἐκαθέζοντο, μετανοοῦντες ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις. καὶ οἱ ἐν Σιδῶνι ταῦτα ἀκούσαντες τὰ ὅμοια ἐποίησαν, καὶ ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, ὡς αὐτοὶ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν μὴ δυνάμενοι. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῷ Τύρῳ, καὶ κατηχήσας τοὺς ἐν αὐτῇ ἅπαντας, καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν, ἐκκλησίαν τε συστησάμενος, καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας, ὥρμησεν εἰς Σιδῶνα. ὁ δὲ Σίμων μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετ᾽ Ἀππίωνος καὶ τῶν αὐτοῦ ἑταίρων.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα, πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δἰ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον

πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σώζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.

Ταύτας τοίνυν τάς τε ἀγαθὰς καὶ κακὰς πράξεις εἰδὼς προμηνύω ὑμῖν ὡς ὁδοὺς δύο, ὑποδεικνύων διὰ ποίας μὲν βαδίζοντες ἀπόλλυνται, ποίᾳ δὲ ὁδεύοντες ἀποσώζονται, Θεῷ ὁδηγούμενοι. ἡ μὲν οὖν τῶν ἀπολλυμένων ὁδὸς πλατεῖα μὲν καὶ ὁμαλωτάτη, ἀπολλύουσα δὲ ἄνευ τοῦ πόνου, ἡ δὲ τῶν σωζομένων στενὴ μὲν καὶ τραχεῖα, σώζουσα δὲ πρὸς τῷ τέλει τοὺς διαπορευθέντας ἐπιπόνως. τούτων δὲ τῶν δύο ὁδῶν προκαθέζεται ἀπιστία καὶ πίστις καὶ ὁδεύουσιν διὰ μὲν ἀπιστίας οἱ τὰς ἡδονὰς προκρίναντες, δι᾽ ἅς οὐδὲ ζητεῖν τὸ συμφέρον οὐ διεφύλαξαν. ἀγνοοῦσιν μέντοι ὡς οὐκ ἀνθρωπίνοις ὅμοια τὰ Θεοῦ βουλήματα πρῶτον μὲν γὰρ οἶδεν τὰ πάντων διανοήματα, καὶ οὐκ ἐν τῷ ἐγχειρῆσαι μόνον, ἀλλὰ καὶ ἐν τῷ ἐννοῆσαι ἕκαστος εὐθύνεται. πολλῷ δὲ ἧττον ἀσεβοῦσιν οἱ ἐγχειροῦντες καλὰ νοεῖν καὶ ἀποτυγχάνοντες, τῶν μηδὲ ὅλως ἐγχειρούντων τοῖς καλοῖς. ὅτι αὐτῷ τῷ Θεῷ ἔδοξεν, τῶν ἐν γνώσει τῶν καλῶν παραπιπτόντων, κατὰ λόγον τῶν ἀνθρωπίνων παραπτωμάτων, μετρίως κολασθέντας σωθῆναι. οἱ δὲ τὴν ἀρχὴν καὶ τοῦ γνῶναι τὸ κρεῖττον ἐξημεληκότες, κἄν μυρία ἕτερα πράξωσιν καλά, ἐν ᾗ δὲ αὐτὸς ὥρισεν θρησκείᾳ μὴ γένωνται, ἀμελείας ἔγκλημα λαβόντες τῇ μεγίστῃ ἀποσβεσθήσονται κολάσει παντελεῖ.

Ἡ δὲ ὑπ᾽ αὐτοῦ ὁρισθεῖσα θρησκεία ἐστὶν αὕτη· τὸ μόνον αὐτὸν σέβειν, καὶ τῷ τῆς ἀληθείας μόνῳ πιστεύειν προφήτῃ, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισθῆναι, καὶ οὕτως διὰ τῆς ἁγνοτάτης βαφῆς ἀναγεννηθῆναι Θεῷ διὰ τοῦ σώζοντος ὕδατος· τραπέζης δαιμόνων μὴ μεταλαμβάνειν , λέγω δὲ εἰδωλοθύτων, νεκρῶν, πνικτῶν, θηριαλώτων, αἵματος· μὴ ἀκαθάρτως βιοῦν· ἀπὸ κοίτης γυναικὸς λούεσθαι· αὐτὰς μέντοι καὶ ἄφεδρον φυλάσσειν· πάντας δὲ σωφρονεῖν, εὐποιεῖν, μὴ ἀδικεῖν παρὰ τοῦ πάντα δυναμένου Θεοῦ ζωὴν αἰώνιον προσδοκᾶν· εὐχαῖς καὶ δεήσεσιν συνεχέσιν αἰτουμένους αὐτὴν λαβεῖν. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος, ἡμέραις ὀλίγαις πολλῶν κᾀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ

οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γάρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ὑμῖν, καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξῃ τε ὡς αὐτὸς ὢν Θεός. καὶ ἄλλα τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῶν παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ· ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν , Θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

Τῶν δὲ ὄχλων φοβηθέντων καὶ ἑτέρως ποιήσειν ἐπαγγειλαμένων, ὅπερ ἂν ὑπ᾽ αὐτοῦ κελεύωνται, μηδεὶς ὑμῶν, ἔφη ὁ Πέτρος, μήτε ὁμιλείτω τούτοις τοῖς γόησιν, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύσματος τοῦ συντόμου ξύλα λαβόντες ἐδίωκον αὐτούς, ἕως αὐτοὺς παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες πρὸς ποσὶν τοῦ Πέτρου ἑαυτοὺς ἐῤῥίπτουν. ὁ δὲ ταῦτα βλέπων καὶ τὴν κατάπληξιν αὐτῶν ἀναλῦσαι θέλων πρὸς αὐτοὺς ἔφη.

Ἐγὼ σεισμοὺς καὶ πᾶν ὅ τι βούλομαι ποιεῖν εἰ ἐδυνάμην, Σίμωνα οὐ λέγω ὅτι μετὰ τῶν αὐτοῦ ἑταίρων ἐξωλόθρευον (οὐ γὰρ ἐπὶ φθορᾷ ἀνθρώπων ἀπέσταλμαι), ἀλλὰ φίλον ἐμαυτῷ αὐτὸν ἂν ἐποιησάμην, ἵνα μή μου τὸ ἀληθὲς διαβάλλων κήρυγμα πολλοῖς ἐμποδίζῃ πρὸς σωτηρίαν. εἰ δέ μοι πιστεύετε, αὐτός ἐστιν μάγος, αὐτὸς διάβολος, αὐτὸς κακίας ὑπηρέτης κατὰ τῶν ἀγνοούντων τὸ ἀληθές· καὶ διὰ τοῦτο ἁμαρτάνουσι νόσους ἐνεργεῖν δύναται, συνεργοὺς ἔχων τοὺς ἁμαρτάνοντας τῆς κατ᾽ αὐτῶν δυνάμεως. ἐγὼ δὲ τοῦ Θεοῦ τοῦ πάντα πεποιηκότος εἰμὶ δοῦλος, τοῦ δεξιοῦ αὐτοῦ προφήτου μαθητής. διὸ ἐκείνου ἀπόστολος ὢν ἀληθεύω. ἀγαθῷ γὰρ ὑπηρετῶν, καὶ νόσες ἀπελαύνω· ἐπέμφθην γὰρ δεύτερος· ἐπεὶ προηγεῖται μὲν νόσος, ἕπεται δὲ ἴασις. δι᾽ ἐκείνου μὲν οὖν τοῦ κακοποιοῦ μάγου τῷ Θεῷ ἀπιστήσαντες ἐνοσήσατε, δἰ ἐμοῦ δέ, ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πείραν

λαβόντες, ἐπὶ τὸ εὐποιεῖν τραπόμενοι, καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε.

Ταῦτα αὐτοῦ λέγοντος οἱ πάντες γονυπετεῖς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ Θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγων δὲ ἡμερῶν παραμείνας τοῖς Βηρυτίοις, καὶ πολλοὺς τῇ μοναρχικῇ θρησκείᾳ συνεθίσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας, εἰς τὴν Βίβλον ἐξῄει. καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων οὐδὲ μιᾶς ἡμέρας αὐτοῖς προσέμεινεν, ἀλλ᾽ εὐθέως εἰς Τρίπολιν ὥρμησεν, ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας, καὶ θεραπεύσας οὐκ ὀλίγους, καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας, κατ᾽ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος.