Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον, ὡς ἔφης, ἐπιθεὶς πάντων θεῶν καὶ ἀνθρώπων, βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν, καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης, ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἄν εἴη ὁ πάσχων ἑκών· εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως, καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς, ὥσπερ δἰ ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾷν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει· καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερομένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται· καὶ εἰς ἀπέραντον ἐπαναφορὰν τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων, οὔτε ὁ φερόμενος, ἀλλ᾽ αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον.

Οἱ δὲ κρατεῖν αἰσχρᾶς ἐπιθυμίας μὴ βουλόμενοι τῶν θεῶν καταψεύδονται, ἵνα περὶ ὧν πράττουσιν, τοὺς θεοὺς ὡς προτέρους δράσαντας ὑποδεικνύντες ἀπαλλάσσωνται τῆς μέμψεως. εἰ γὰρ παιδοποιΐας ἕνεκεν, καὶ οὐκ ἀσελγείας, οἱ λεγόμενοι θεοὶ τὰς μοιχείας

ἐπετέλουν, τί καὶ τοῖς ἄρσεσιν ἐμίγνυντο, ἀλλὰ χαριζόμενοι, φησίν, ταῖς ἐρωμέναις κατηστήριζον αὐτάς. οὐκοῦν πρὸ τούτου οὐκ ἦσαν ἀστέρες, μέχρις ὅτε ἀσελγείας προφάσει ὑπὸ μοιχῶν ὁ οὐρανὸς ἄστροις ἐκοσμήθη; πῶς δὲ καὶ οἱ τῶν κατεστηρισμένων ἔκγονοι ἐν ᾅδου κολάζονται, ὅ τε Ἄτλας βαρούμενος, καὶ ὁ Τάνταλος δίψῃ ἀνιώμενος, καὶ ὁ Σίσυφος ἐρείδων πέτραν, Τιτυὸς τὰ σπλάγχνα διορυττόμενος, Ἰξίων περὶ τροχὸν ἀπαύστως κυλινδούμενος; πῶς δὲ καὶ οἱ ἐρασταὶ θεοὶ ὄντες, οὓς ἐμίαναν, κατεστήριζον, ἑαυτοῖς τοῦτο μὴ χαρισάμενοι;

Οὐκ ἄρα ἦσαν θεοὶ, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν, οὐκ ἐν οὐρανῷ, ἀλλ᾽ ἐν γῇ τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς Διὸς, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος· καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος· Ἡλίου δὲ ἐν Ἄστροις καὶ Σελήνης ἐν Καρκοῖς Ἑρμοῦ δὲ ἐν Ἑρμουπόλει· Ἄρεως ἐν Θρᾴκῃ· Ἀφροδίτης ἐν Κύπρῳ· Διονύσου ἐν Θήβαις· καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέντων θεῶν οἱ τάφοι. ἄνθρωποι γὰρ ἦσαν, καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν, Ζεὺς λέγω ὁ μυθικὸς καὶ Διόνυσος, εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐτοὶ ἤθελον.

Εἰ δὲ τούτων δεῖ ζηλοῦν τοὺς βίους, μὴ μόνον τὰς μοιχείας, ἀλλὰ καὶ τὰς τραπέζας αὐτῶν μιμώμεθα. ὁ γὰρ Κρόνος τὰ αὑτοῦ τέκνα κατέπιεν, καὶ Ζεὺς ὁμοίως τὴν αὑτοῦ θυγατέρα. καὶ τί δεῖ λέγειν; Πέλοψ πάντων θεῶν δεῖπνον ἐγένετο. ὅθεν καὶ ἡμεῖς πρὸ τῶν ἀθεμίτων γάμων ὅμοιον δεῖπνον τοῖς θεοῖς ἐπιτελέσωμεν. οὕτω γὰρ ἄν εἴη τὸ δεῖπνον τῶν γάμων ἄξιον. ἀλλὰ τοῦτο οὐκ ἄν ὑποστῇ ποτε, ὡς οὐδὲ ἐγὼ τὸ μοιχήσασθαι. πρὸς τούτοις δέ μοι ἔρωτος ὡς δυνατοῦ θεοῦ ἀπειλεῖς χόλον. ἔρως θεὸς οὐκ ἔστιν, οἷος δοκεῖ, ἀλλ᾽ ἐκ τῆς τοῦ ζώου κράσεως πρὸς διαδοχὴν τοῦ βίου, κατὰ πρόνοιαν τοῦ τὰ πάντα ἐνεργήσαντος, συμβαίνουσα ἐπιθυμία, ἵνα τὸ πᾶν γένος μηδεπώποτε ἐπιλείπῃ, ἀλλὰ προφάσει ἡδονῆς ἐκ τῆς τοῦ μέλλοντος τελευτᾶν οὐσίας πάλιν ἄλλος γένηται, νομίμῳ προεκπεφυκὼς γάμῳ, ὅπως πρὸς τὸ γηροτροφεῖν τὸν αὑτοῦ πατέρα γνώσῃ· ὅπερ ποιεῖν οἱ ἐκ μοιχείας γεγονότες οὐκ ἂν ἐδύναντο, φύσιν στοργῆς πρὸς τοὺς γεννήσαντας οὐκ ἔχοντες.

Ἐπεὶ οὖν διαδοχῆς ἕνεκεν γνησίας ἐπαυξήσεως, ὡς ἔφην, ἡ ἐπιθυμία συμβαίνει ἡ ἐρωτική, χρὴ τοὺς γονεῖς, σωφροσύνης προνοουμένους, τοὺς αὑτῶν παῖδας πρὸ τῆς ἐπιθυμίας διὰ τῶν σωφρονιζόντων βιβλίων προπαιδεύειν, καὶ τοῖς κρείττοσιν αὐτοὺς προεθίζειν λόγοις ὅτι δευτέρα φύσις ἡ συνήθεια πρὸς τούτοις δὲ πυκνῶς αὐτοὺς τὰς κολάσεις ὑπομιμνήσκειν τὰς ἐκ τῶν νόμων, ἵνα ὥσπερ χαλινῷ τῷ φόβῳ χρώμενοι ταῖς ἀτόποις μὴ συντρέχωσιν ἡδοναῖς. προςήκει δὲ καὶ πρὸ τοῦ τὴν ἐπιθυμίαν ἐπακμάσαι γάμῳ τὸ φυσικὸν τῆς ἡλικίας πληροφορεῖν πάθος, πρότερον πείσαντας εἰς εἶδος ἑτέρας γυναικὸς μὴ ἀτενίζειν.

Ὁ γὰρ νοῦς ἡμῶν ὁπότ᾽ ἂν τὰ πρῶτα τῇ τέρψει τὸ εἶδος τῆς ἐρωμένης ἀπομάξηται, ὥσπερ ἐν κατόπτρῳ ἐνορῶν ἀεὶ τὴν μορφὴν, διὰ τῆς μνήμης βασανίζεται καὶ μὴ τυγχάνων μὲν τῆς ἐπιθυμίας, τῆς ἐπιτυχίας μελετᾷ τὰς ὁδούς, ἐπιτυχὼν δὲ μᾶλλον αὔξεται, ὥσπερ τὸ πῦρ τῆς ὕλης εὐποροῦν, καὶ μάλισθ᾽ ὅτ᾽ ἂν τῇ ψυχῇ τοῦ ἐρῶντος πρὸ τοῦ πάθους προσεντετυπωμένος μὴ προϋπάρξῃ φόβος. ὡς γὰρ ὕδωρ πῦρ κατασβέννυσιν, οὕτως καὶ φόβος τῆς ἀλόγου ἐπιθυμίας ἐστὶ σβεστήριος. ὅθεν ἐγὼ ἔκ τινος Ἰουδαίου τὰ Θεῷ πρέποντα νοεῖν καὶ ποιεῖν ἐκμαθοῦσα, εὐάλωτος πρὸς μοιχείαν ὑπὸ ψευδῶν μύθων οὐ γίνομαι. θέλοντι δέ σοι καὶ σπουδάζοντι σωφρονεῖν, φλεγμαινέσῃ ψυχῇ πρὸς ἔρωτα, βοηθοίη Θεὸς καὶ τὴν ἴασιν παρασχοίη.

Ἐπακούσας δὲ ὁ Ἀππίων τῆς ὑποκριτοῦ ἀντιγραφῆς ἔφη μή τι ἀλόγως Ἰουδαίους μισῶ, νῦν γοῦν ταύτην τίς ποτε συντυχὼν Ἰουδαῖος καὶ εἰς τὴν θρησκείαν μεταγαγὼν ἀνέπεισε σωφρονεῖν, καὶ ἀδύνατόν ἐστιν τοῦ λοιποῦ αὐτὴν εἰς κοινωνίαν ἑτέρου τινὸς συνελθεῖν, ὅτι οἱ τοιοῦτοι τὸν Θεὸν ὡς παντεπόπτην τῶν πράξεων προθέμενοι σφόδρα σωφρονεῖν ἐγκαρτεροῦσιν, ὡς λαθεῖν μὴ δυνάμενοι.

Ταῦτα ἀκούσας ἔφην τῷ Ἀππίωνι· νῦν σοι τὰ ἀληθῆ ὁμολογήσω. ἐγὼ γυναικὸς ἐκ ἠράσθην ἐδὲ ἄλλου τινός, πάνυ μου τῆς ψυχῆς δεδαπανημένης πρὸς ἄλλας ἐπιθυμίας καὶ πρὸς τῶν ἀληθῶν δογμάτων εὕρεσιν. καὶ μέχρι τοῦ νῦν πολλὰς γνώμας φιλοσόφων διασκοπήσας πρὸς οὐδένα αὐτῶν ἔνευσα, ἢ πρὸς τὸ Ἰουδαίων μόνον, ἐμπόρου τινὸς αὐτῶν ὀθόνας πιπράσκοντος ἐνταῦθα τῇ Ῥώμῃ ἐπιδεδημηκότος, καὶ ἔκ τινος συντυχίας ἀγαθῆς ἁπλούστερόν μοι τὸ μοναρχικὸν φρόνημα παραθεμένου.

Ἀκούσας δέ μου τῆς ἀληθείας ὁ Ἀππίων, ὁ ἀλόγως μισῶν τὸ Ἰουδαίων, καὶ τί ποτέ ἐστιν αὐτῶν τὸ πιστὸν οὔτε εἰδὼς οὔτε εἰδέναι θέλων, ἀκρίτως ὀργισθεὶς τῇ σιωπῇ ἐξ αὐτῆς ἤδη τῆς Ῥώμης ἀπηλλάσσετο· καὶ ἔκτοτε νῦν πρῶτον αὐτῷ συντετυχηκὼς τὸν ἐξ ἐκείνου τοῦ χρόνου θυμὸν ὑποπτεύω εἰκότως. πλὴν ἐφ᾽ ὑμῶν αὐτοῦ πεύσομαι, τί ἂν ἔχοι λέγειν περὶ τῶν λεγομένων θεῶν, ὧν οἱ βίοι παντοπαθεῖς εἶναι μυθολογούμενοι, πρὸς τὴν τοῦ ὁμοίου μίμησιν ἐπιτηδὲς ᾅδονται δημοσίᾳ, ὧν πρὸς τοῖς ἀνθρωπίνοις πάθεσιν, ὡς ἔφην, καὶ οἱ κατὰ τόπον δείκνυνται τάφοι.

Ταῦτα οἱ ἕτεροι προακούσαντες ἐμοῦ καὶ μαθεῖν τὰ ἑξῆς ποθοῦντες συνῆλθόν μοι, ὡς ἐπισκεψόμενοι Ἀππίωνα. καὶ δὴ λελουμένον αὐτὸν ἤδη κατελαμβάνομεν ἐφ᾽ ἑτοίμῳ τραπέζῃ. δἰ ὅπερ ὀλίγα ἠκριβολογησάμεθα εἰς τὸν περὶ θεῶν λόγον. ὁ δὲ οἶμαι συνεὶς ἡμῶν τὴν προαίρεσιν, εἰς τὴν ἐπιοῦσαν ἔχειν τι εἰπεῖν ὑπέσχετο περὶ θεῶν, καὶ τὸν αὐτὸν προεδήλωσεν ἡμῖν τόπον, ὡς ἐκεῖ διαλεξόμενος. ἡμεῖς δὲ σὺν τῇ ὑποσχέσει, χάριν ὁμολογήσαντες αὐτῷ, οἴκαδε ἕκαστος ἀπεχωρήσαμεν.