Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς χαίρω καὶ χάριν ὁμολογῶ τῷ κατὰ πάντα εὐεργέτῃ Θεῷ· πλὴν αὐτὸς οἶδεν ὅτι ἄλλο τι φρονεῖν οὐ δυνήσομαι, ἢ τὰ πάντα ὑπὲρ Θεοῦ φρονεῖν. ὅθεν μή μου ὑπολάβῃς ὡς ἀμφιβάλλοντα τοῖς ὑπὸ Θεοῦ ῥήμασιν ἤ καὶ ῥηθησομένοις πυνθάνεσθαι, ἀλλ᾽ ἵνα μαθὼν καὶ αὐτὸς ἄλλον εὐγνωμόνως μαθεῖν θέλοντα διδάξαι δυνηθῶ. διὸ λέγε μοι, τίνα ἐστὶν τὰ προκείμενα ψευδῆ ταῖς γραφαῖς καὶ πῶς, ὅτι ὄντως ψευδῆ τυγχάνει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· καὶ εἰ μή μου ἐπύθου, ἐγὼ τῇ τάξει ἐξιὼν τῶν λόγων παρεῖχον τὴν ἀπόδειξιν, ἥν ὑπεσχόμην. πλὴν ἄκουσον, πῶς αὐτοῦ πολλὰ καταψεύδονται αἱ γραφαί, ὡς εἴσῃ ἐντυγχάνων αὐταῖς.

Παραδείγματος δὲ ἕνεκεν τὰ ῥηθησόμενα αὐτάρκως ἕξει. οὐκ οἶμαι δέ, ὦ φίλε Κλήμης, εἰ δυνήσεταί τις, κἄν βραχεῖάν τινα πρὸς Θεὸν στοργὴν καὶ εὐγνωμοσύνην ἀποσώζων, παραδέξασθαι ἤ κιἄν ἀκοῦσαι τὰ κατ᾽ αὐτοῦ λεγόμενα. πῶς δὲ ἔστιν αὐτόν τινα μοναρχικὴν ψυχὴν ἔχειν καὶ ὅσιον γενέσθαι, προειληφότα ὅτι πολλοί εἰσιν θεοὶ καὶ οὐχ εἷς; εἰ δὲ καὶ εἷς, ἐν πολλοῖς ἀτοπήμασιν εὑρίσκων αὐτόν, τίς ὅσιος σπουδάσει γενέσθαι, τὴν τῶν ὅλων ἀρχὴν διὰ τὰ ἴδια τῆς φύσεως ἀτοπήματα ἐλπίσας μὴ ἐπέρχεσθαι τὰ ἄλλων ἀδικήματος.

Διὸ ἀπείη πιστεύειν, ὅτι ὁ τῶν ὅλων δεσπότης, ὅς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς , ἑτέροις συνάρχει, ἢ ὅτι ψεύδεται· εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει; ἢ ὅτι πειράζει ὡς ἀγνοῶν, καὶ τίς προγινώσκει; εἰ δὲ ἐνθυμεῖται καὶ μεταμελεῖται, καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ ζηλοῖ, καὶ τίς ἀσύγκριτος; εἰ δὲ σκληρύνει καρδίας, καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ ἐμπαίζει, καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ κακὰ κτίζει, καὶ τίς ἀγαθὰ πράξει; εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;

Εἰ δὲ τὸ πῖον ὄρος ἐπιθυμεῖ, καὶ τίνος τὰ πάντα; εἰ ψεύδεται, καὶ τίς ἀληθεύει; εἰ ἐν σκηνῇ οἰκεῖ, καὶ τίς ἀχώρητος; εἰ δὲ ὀρέγεται κνίσσης καὶ θυσιῶν καὶ θυμάτων καὶ προχύσεων, καὶ τίς ἀπροσδεὴς καὶ τίς ἅγιος καὶ τίς καθαρὸς καὶ τίς τέλειος; εἰ λύχνοις καὶ λυχνίαις τέρπεται, καὶ τίς τοὺς φωστῆρας ἔταξεν ἐν οὐρανῷ; εἰ ἐν γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ καπνῷ σύνεστιν, καὶ τίς φῶς ὤν φωτίζει τὸν μέγιστον αἰῶνα; εἰ διὰ σαλπίγγων καὶ ὀλολυγμῶν καὶ βολίδων καὶ τοξευμάτων προσέρχεται, καὶ τίς ἡ τῶν ὅλων προσδόκιμος γαλήνη; εἰ πολέμους αὐτὸς ἀγαπᾷ, καὶ τίς εἰρήνην θέλει; εἰ τὰ κακὰ αὐτὸς κτίζει, καὶ τίς ἀγαθὰ δημιουργεῖ; εἰ ἄστοργος αὐτός, καὶ τίς φιλάνθρωπος; εἰ αὐτὸς πιστὸς οὐκ ἔστιν περὶ ὧν ὑπισχνεῖται, καὶ τίς πιστευθήσεται; εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται δίκαιος κριτής; εἰ αὐτὸς μεταμελεῖται, καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται;

Διό, ὦ τέκνον Κλήμης, ἔπεχε, μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ Θεοῦ, ἢ ὅτι αὐτὸς μόνος ἐστὶν Θεὸς καὶ κύριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τροφεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς γῇ βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας,

ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει πνεύματι βουλῆς ἀσφαλὴς ἀσφαλισάμενος.

Οὗτος ἡμῶν δικαστής, εἰς ὅν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἅ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής.

Ταῦτα ἐγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς τοῦτο θεοσέβεια, τοῦτο ἀληθῶς εὐσέβεια. πάλιν τε ἔφην· ἤθελον μαθεῖν οὖν, διὰ τί οὕτως ἐγράφησαν αἱ βίβλοι. μέμνημαι γὰρ ὡς ἔφης, ὅτι εἰς ἔλεγχον τᾶν μελλόντων τολμᾶν πιστεύειν τι λεγόμενον κατὰ τοῦ Θεοῦ. πλὴν ἐπεὶ χαρίζῃ ἡμῖν, πυνθάνεσθαι τολμῶμεν, σοῦ κελεύσαντος, εἴ τις βουληθείη, φίλτατε Πέτρε, λέγειν ἡμῖν· ἀληθῆ ἐστιν τὰ γεγραμμένα, κἄν σοι ψευδῆ δοκῇ τὰ κατὰ τοῦ Θεοῦ ῥηθέντα· πῶς ἀποκριθῶμεν αὐτῷ;

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εὗ εἶπας πυθόμενος, εἰς γὰρ σὴν ἀσφάλειαν ἔσται· πλὴν ἄκουσον. ἐπειδὴ πολλά ἐστιν τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα κατὰ τοῦ Θεοῦ, πρὸς τὸ ἐπεῖγον τῆς ὥρας διὰ τὴν ἑσπέραν, ἕνα ὅν βούλῃ λόγον πύθου καὶ ἐπιλύσομαι, δείξας αὐτὸν ψευδῆ· οὐχ ὅτι μόνον κατὰ τοῦ Θεοῦ εἴρηται, ἀλλ᾽ ὅτι ὄντως ψευδής ἐστιν. κᾀγὼ ἀπεκρινάμην· μαθεῖν θέλω πῶς τῶν γραφῶν ἀγνοεῖν λεγουσῶν τὸν Θεὸν σὺ γινώσκοντα αὐτὸν ἀποδεῖξαι δύνασαι.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εὐκόπως ἐλεγχθῆναι δυνάμενον προέτεινας ἡμῖν· πλὴν ἄκουσον, πῶς οὐδὲν ἀγνοεῖ Θεὸς, ἀλλὰ καὶ προγινώσκει. ὅ δὲ πυνθάνομαί σου, πρῶτον ἀπόκριναί μοι ὁ τὰς βίβλους γράψας καὶ εἰπὼν πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι οὐ προγινώσκει ὁ Θεός, ἄνθρωπος ἦν, ἢ οὔ; κᾀγὼ ἔφην· ἄνθρωπος. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀνθρώπῳ οὖν ὄντι, πόθεν δυνατὸν ἦν εἰδέναι ἀψευδῶς, πῶς ὁ κόσμος ἐκτίσθη, καὶ ὅτι ὁ Θεὸς οὐ προγινώσκει;

Κᾀγὼ αἰσθόμενος ἤδη τὴν ἐπίλυσιν ὑπομειδιῶν ἔφην· ὅτι προφήτης ἦν. καὶ ὁ Πέτρος ἔφη· εἰ οὖν ὁ προφήτης, ἄνθρωπος ὤν, οὐδὲν ἠγνόει, διὰ τὸ ἀπὸ Θεοῦ εἰληφέναι τὴν πρόγνωσιν, πῶς οὖν αὐτὸς

ὁ δεδωκὼς ἀνθρώπῳ τὸ προγινώσκειν, Θεὸς ὥν, ἠγνόει; κᾀγὼ ἔφην· ὀρθῶς ἔφης. καὶ ὁ Πέτρος· ἔτι οὖν, ἔφη, εἰς αὐτὸ συνδιαπόρησόν μοι. ὡμολογημένου ἡμῖν ὅτι ὁ Θεὸς πάντα προγινώσκει, ἀνάγκη πᾶσα, τὰς λέγουσας αὐτὸν γραφὰς ἀγνοεῖν ψεύδεσθαι, τὰς δὲ γινώσκειν αὐτὸν λεγούσας ἀληθεύειν. κᾀγὼ ἔφην· ἀνάγκη οὕτως ἔχειν.

Καὶ ὁ Πέτρος ἔφη· εἰ οὖν τῶν γραφῶν ἅ μέν ἐστιν ἀληθῆ, ἅ δὲ ψευδῆ, εὐλόγως ὁ διδάσκαλος ἡμῶν ἔλεγεν· γίνεσθε τραπεζῖται δόκιμοι· ὡς τῶν ἐν ταῖς γραφαῖς τινῶν μὲν δοκίμων ὄντων λόγων, τινῶν δὲ κιβδήλων. καὶ τοῖς ἀπὸ τῶν ψευδῶν γραφῶν πλανωμένοις οἰκείως τῆς πλάνης ἐξέφηνε τὴν αἰτίαν λέγων· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν· οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. κᾀγὼ ἔφην· πάνυ καλῶς.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· οὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ Θεοῦ πιστεύω, οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμβάνων ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ Θεοῦ χειρῶν κυοφορηθείς· οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς· οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς· οὔτε Ἰακὼβ τετράσιν ἐκοινώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὅς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν· οὐ Μωυσῆς φονεὺς ἦν, καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ Θεοῦ νόμον προφητεύσας, καὶ δι᾽ ὀρθὴν φρόνησιν πιστὸς οἰκονόμος μαρτυρηθείς.

Πλὴν καὶ τούτων σοι τὴν ἐπίλυσιν μετὰ τῶν ὁμοίων ἐπὶ καιροῦ παρέξω. τοῦ δὲ λοιποῦ, ὡς ὁρᾷς, ἐπειδὴ ἑσπέρα κατείληφεν, τὰ σήμερον ῥηθέντα αὐταρκῶς ἐχέτω. ἀλλ᾽ ὅτε δὲ βούλει, περὶ ὧν θέλεις, θαῤῥῶν ἡμῖν πυνθάνου, καὶ ἡμεῖς χαίροντες ἀόκνως ἐπιλύσομεν. καὶ ταῦτα εἰπὼν ἐγήγερται. καὶ οὕτως τροφῆς μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν. κατειλήφει γὰρ ἡ νύξ.