Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαΐαν ἐκ προσώπου τοῦ Θεοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν, οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαΐας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο Θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου Θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν, καὶ ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν , ἐπαγαγὼν λέγει· οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν. τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ, ὡς ἔφην, μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθὸν, ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας, εἶναι ὑπειληφότες.

Καί τινες μὲν οὕτως ἡμάρτανον, ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως. ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ Θεοῦ τῶν γραφῶν φωνὰς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες, τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδομένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια Θεοῦ ποιήσαντες, ἁμαρτάνοντες, ἰσχυρίζοντο εὐσεβεῖν. δἰ ὅ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν, καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ Θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι.

Πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ. καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἄν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ Θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν· γίνεσθε τραπεζῖται δόκιμοι. τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.