Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ὀρθριαίτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες ἐν ἀκατασκόπῳ βαπτίσαι αὐτὴν δυνηθῶμεν. πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν, μεταξὺ πετρῶν τινων γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτήν. ἡμεῖς δὲ οἱ ἀδελφοί, τῶν γυναικῶν χάριν ἅμα ἀδελφῷ καὶ ἄλλοις τισὶν ὑποχωρήσαντες καὶ λουσάμενοι, ἐλθόντες τὰς γυναῖκας παρελάβομεν. καὶ οὕτως ἐν κρυφαίῳ τόπῳ πορευθέντες εὐχόμεθα. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν, δἰ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν ἐπέτρεψεν. ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μεθ᾽ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν, τὸν ἄρτον ἐπ᾽ εὐχαριστίᾳ κλάσας καὶ ἐπιθεὶς ἅλας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετ᾽ αὐτὴν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν καὶ τὸν Θεὸν εὐλογήσαμεν.