Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Πέτρος ἐπυνθάνετο· οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένος ὑπάρχει; κᾀγὼ ἀπεκρινάμην· εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες, Καίσαρος πρὸς γένος ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς Καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ᾽ ἧς τρεῖς ἐγενόμεθα υἱοί, δύο μὲν πρὸ ἐμοῦ, οἳ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ᾽ ὥσπερ δι᾽ ὀνείρων ἀμαυρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ αῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεννηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει, ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξ αὐτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθοι πόλιν ἐπ᾽ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχει.

Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὤν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐμβαλλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον υἱὸν εἰς παραμυθίαν ἔσχεν μεθ᾽ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλά, ὅτι κᾀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὑτοῦ, ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετ᾽ ἐφοδίων, οἵ τινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς Ἀθήναις ἐπιδεδημηκέναι, μήτε ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἄν ἴχνος εὑρηκέναι.

Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας, καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν

γένηται, ἐμέ τε παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυφράγιον; καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον. τῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναξεν· πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐπυνθάνετο, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. πλὴν συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στορτῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντιστὰς ποιήσας μου καὶ εἰς Ρώμην καταλείψας δωδεκαετῆ, αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβάς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκτοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ᾽ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ ὅτι καὶ αὐτὸς τέθνηκέν που, ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα, ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκοστὸν ἔτος ἐστίν, ἀφ᾽ ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.

Ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδάκρυσεν, καὶ εὐθέως τοῖς συνοῦσιν γνησίοις ἔφη· ταῦτα εἴ τις πεπόνθει θεοσεβής, οἷα ὁ τούτου πέπονθεν πατήρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων τὸν πονηρόν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσιν συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιν. οἱ γὰρ ἐν θεοσεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν·

Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον εἰσπλεῦσαι, τριάκοντα οἶμαι οὐδ᾽ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πολλοὶ εἰσέρχεσθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ἡμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν, ὁμῶς ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.

Πέτρος δὲ μόνος οὐκ ἀκαγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν

ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ Θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζεις τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι! νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσιν, νεκραὶ τυγχάνουσαι, ὑπὸ δηγμάτων ἐμῶν βεβασανισμέναι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς δὲ ἡ αἰτία τοῦ σε τὸ χαλεπὸν τοῦτο πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· ψυχῆς ἀσθένεια καὶ πλέον οὐθέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.

Καὶ ὁ Πέτρος ἔφη· τί οὖν; οἴει, γύναι, ὅτι πάντως οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἰδῶ κἂν μίαν ὥραν. καὶ ὁ Πέτρος ἔφη· τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε, ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαί, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δώσω, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.

Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει ἡσθεῖσα, τοῦ λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας. πλὴν τὰ κατ᾽ ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνάστου τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή. καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῆς ταλαιπώρου, σφόδρα σωφρονεῖν ἀγαπώσης. καὶ βουλομένη μήτε τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχησαμένη ἐμαυτὴν μιανῶ, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν

πολέμιον καταστήσω, μήτε ὅλον γένος μέγα ὄν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβαλῶ· ὡς ἔφην, ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινά, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με. τὸν μέντοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.

Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινά, μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν. ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσίν σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὁμῶς οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρί, αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν ἐμῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν, ἐκπαιδεῦσαι τοὺς υἱούς, μέχρις ἄν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρὸς ἐμέ. ὁμῶς ἅμα τέκνοις ἡ τάλαινα πλέουσα ὑπ᾽ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυφραγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥαπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην, ἐφ᾽ ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸ βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην νην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥᾳδίως ἐδυνάμην.

Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι, γυμνὴν ἰδόντες, ἐνδύσαντές με τὸ πρῶτον, τὸν βυθὸν ἀνηρεύνων, τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὅ δὲ μᾶλλόν με ἐλύπει. οὐ γὰρ ἔφην οὕτω κακὴ εἶναι, ὡς ταῖς ἄλλων συμφοραῖς παραμυθίας τύχω. καὶ δὴ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολὺ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασε σκήνωμα, εἰποῦσά μοι· θάῤῥει γύναι, καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὥν κατὰ θάλασσαν τέθνηκεν, ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην, τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα.

Καὶ ἵνα μή σοι μηκύνω τοὺς οὐκ ἀναγκαίους λόγους, συνῴκησα αὐτῇ διὰ τὴν φιλανδρίαν. καὶ μετ᾽ οὐ πολὺ ἐμοῦ τῆς ταλαιπώρου αἱ χεῖρες ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με γυνὴ ὅλη ὑπὸ πάθους τινὸς συνδεθεῖσα ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ᾽ οἶκον ἀμφότεραι ἐπισινεῖς τυγχάνομεν, ἐκ πολλῶν χρόνων ἐνταῦθα, ὡς ὁρᾷς, καθέζομαι προσαιτοῦσα, καὶ ὧν ἄν εὐπορήσω, καὶ τῇ συνταλαιπώρῳ εἰς τροφὰς κομίζω. καὶ τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον αὐτάρκως εἰρήσθω. λοιπὸν σὺ κωλύεις τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον ὅπως κἀκείνῃ ἐπιθυμούσῃ θανεῖν δῶ, καὶ οὕτως κἀγὼ τοῦ ζῇν, ὡς ἔφης, μεταλλάξαι δυνηθῶ.

Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ, καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἤδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν· καὶ ὁμῶς ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν, ὁμῶς καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τὴν σήμερον ἄγειν ἡμέραν, ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζεν λέγουσα· δέομαι εἰπέ μοι, ἵνα εἰδῶ εἴ ἐστίν τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.

Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν τὸ ἀληθὲς λέγειν ἤρξατο ἐμοί τις λοιπὸν ἤδη νεανίας ὤν παρέπεται, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ, φησίν, ὡς ὁ πατὴρ διηγεῖτό μοι, ἐξῆλθεν ὄνειρον ἰδοῦσα τὴν Ῥωμαίων πόλιν ἐπὶ χρόνον τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ μόρῳ

τελευτήσῃ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα οὐχ εὑρίσκεται. μὲν ἀνήρ, αὐτοῦ δὲ πατὴρ καὶ αὐτὸς εἰς ἐπιζήτησιν οὐχ εὑρίσκεται.