Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Εἴπατε δέ μοι ὑμεῖς, πῶς τοὺς γονεῖς ἀγαπᾶτε; εἰ μὲν ὡς τὸ δίκαιον ἀεὶ σκοποῦντες, συνεύχομαι, εἰ δὲ ὡς ἔτυχεν , οὐκέτι, δύνασθε γὰρ καὶ μικρᾷ προφάσει τούτων γενέσθαι ἐχθροί. εἰ δὲ εἰδότες ἀγαπᾶτε, εἴπατε ἡμῖν, τί ἐστιν γονεῖς. ἐρεῖτε· γένους ἀρχηγέται. διὰ τί οὖν τὸ τῶν ὅλων γένος οὐκ ἠγαπήσατε, εἴπερ δικαίῳ φρονήματι τοῦτο ποιεῖν ἐπανείλεσθε; ἀλλ᾽ ἔτι καὶ νῦν ἐρεῖτε· οὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οῦν μὴ ζητήσαντες τὰ ἀναίσθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί Θεός, τὸ μέντοι τί οὐ Θεός, μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι Θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκὸς, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης.

Ἦ γὰρ οὐχ ὑπὸ σιδήρου ἐτορνεύθησαν, καὶ ὁ τορνεύσας σίδηρος ὑπὸ πυρὸς ἐμαλάχθη, καὶ τὸ πῦρ αὐτὸ σβέννυται ὑφ᾽ ὕδατος; τὸ δὲ ὕδωρ οὐχ ὑπὸ πνεύματος τὴν κίνησιν ἔχει, καὶ τὸ πνεῦμα ἀπὸ τοῦ τὰ ὅλα πεποιηκότος Θεοῦ τὴν ἀρχὴν τῆς ἐκστάσεως ἔχει; οὕτως γὰρ ὁ προφήτης εἴρηκεν Μωσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ὅπερ καὶ λέγοντος τοῦ Θεοῦ, τὸ πνεῦμα, ὥσπερ χεὶρ αὐτοῦ τὰ πάντα δημιουργεῖ, φῶς ἀπὸ σκότους χωρίζον, καὶ μετὰ τὸν ἀόρατον οὐρανὸν τὸν φαινόμενον ἐφαπλῶσαν, ἵνα τὰ ἄνω τοῖς τοῦ φωτὸς ἀγγέλοις οἰκηθῇ, τὰ δὲ κάτω ὑπ᾽ ἀνθρώπου ἅμα τοῖς δι᾽ αὐτὸν γενομένοις πᾶσιν διοικηθῇ.

Διὰ γὰρ σὲ τὸν ἄνθρωπον ὁ Θεὸς ἐκέλευσεν τὸ ἐπὶ προσώπου τῆς γῆς ὑποχωρῆσαι ὕδωρ, ἵνα καρποὺς ἡ γῆ σοι προσενέγκαι δυνηθῇ, καὶ τρηδόνας ἐποίησεν, ἵνα σοι παρασχῇ πηγὰς καὶ ποταμῶν ῥεῖθρα φανῇ καὶ ζῶα ἐκβρασθῇ, συνελὼν ἐρῶ, ἵνα πάντα σοι παραστῆναι δυνηθῇ. ἢ γὰρ οὐ διὰ σὲ ἄνεμοι πρὸς καρπῶν ἐπιγονὴν καὶ ὑετοὶ φέρονται καὶ τροπαὶ γίνονται; αὐτίκα γοῦν ἥλιος καὶ σελήνη ἅμα τοῖς ἄλλοις ἄστροις διὰ σὲ τὰς ἀνατολὰς καὶ δύσεις ἐκτελοῦσιν, καὶ ποταμοὶ καὶ λίμναι ἅμα ταῖς θαλάσσαις ὑπηρετοῦσιν. ὅθεν σοι τῷ ἀναισθήτῳ ὥσπερ ἡ μείζων ἐδόθη τιμή, οὕτως ἀχαριστήσαντι ἡ μείζων διὰ πυρὸς κόλασις προητοίμασται, ὅτι γνῶναι οὐκ ἠθέλησας ὅν πρὸ πάντων ἔδει γνῶναι.

Κἄν νῦν δὲ ἐκ τῶν ἡττόνων ἐπίγνωθι τὴν τῶν ὅλων αἰτίαν, λογισάμενος ὅτι τὰ πάντα τὸ ὕδωρ ποιεῖ, τὸ δὲ ὕδωρ ὑπὸ πνεύματος κινήσεως τὴν γένεσιν λαμβάνει, τὸ δὲ πνεῦμα ἀπὸ τοῦ τῶν ὅλων Θεοῦ τὴν ἀρχὴν ἔχει. καὶ οὕτως ἔδει λογίσασθαι, ἵνα ἐπὶ λόγῳ εἰς Θεὸν καταντῆσαι δυνηθῇς, ὅπως ἐπιγνῷς σαυτοῦ γένος, καὶ πρωτογόνῳ ἀναγεννηθεὶς ὕδατι καὶ κληρονόμος καταστῇς τῶν πρὸς ἀφθαρσίαν γεννησάντων σε γονέων.

Διὸ ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρί, ἵνα τῶν ἁμαρτημάτων σου ὁ Θεὸς τὴν ἄγνοιαν αἰτίαν θῇ. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ Θεοῦ ἀπολῇ κρίσει, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μή τοι νομίσῃς, ὅτι ἐὰν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ᾖς,

ἐλπίδης τυχεῖν δυνήσῃ ποτέ. ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιΐα, ὁπόταν ὡς Θεὸς ἐκέλευσεν γίνηται. σὺ δὲ εἰ οὐ θέλεις, ὡς ἐκείνῳ ἔδοξεν, βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν ἐχθραίνεις τῇ ἐκείνου βουλῇ.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν Θεῷ πράττεις. δεύτερον δέ, ἐξ ὕδατος ἀναγεννηθεὶς Θεῷ, αἰτίᾳ φόβου, τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γένεσιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ· ἄλλως δὲ ἀδύνατον. οὕτως γὰρ ἡμῖν ὤμοσεν ὁ προφήτης εἰπών· ἀμὴν ὑμῖν λέγω, ἐὰν μὴ ἀναγεννηθῆτε ὕδατι ζῶντι, εἰς ὄνομα πατρὸς, υἱοῦ, ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐράνων. διὸ προσέλθετε. ἔστιν γάρ τι ἐκεῖ ἀπαρχῆς ἐλεῆμον, ἐπιφερόμενον τῷ ὕδατι, ὁ τοὺς βαπτιζομένους ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ ῥύεται τῆς ἐσομένης κολάσεως, ὥσπερ δῶρα προσφέρον τῷ Θεῷ ὡς ἄν ἀπὸ τοῦ βαπτίσματος αὐτῶν τῶν βαπτισθέντων τὰς εὐποιΐας. διὸ προσφεύγετε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. τούτῳ ὁ μήπω προσελθεῖν θέλων ἔτι τὸ τῆς λύσσης φέρει πνεῦμα, οὗ ἕνεκα ἐπὶ τῇ αὑτοῦ σωτηρίᾳ ὕδατι ζῶντι προσελθεῖν οὐ θέλει.

Πρόσελθε οὖν, κἄν δίκαιος ᾖς κἄν ἄδικος. δικαίῳ γὰρ ὄντι σοι μόνον ἔλειπεν τὸ πρὸς σωτηρίαν βαπτισθῆναι, εἰς ἄφεσιν τῶν ἐν ἀγνοίᾳ πεπραγμένων. ἀδίκῳ δ᾽ ὑποκαταλείπεται κατ᾽ ἀναλογίαν τῆς ἀσεβείας ἡ ἐπὶ τὸ βάπτισμα εὐποιΐα. διὸ εἴ τε δίκαιος εἶ, εἴτε ἄδικος, σπεῦσον γεννηθῆναι Θεῷ, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν, τῷ ἐξ ὕδατος γεννῶντί σε πατρὶ διὰ τῆς εὐποιΐας τὴν ὁμοιότητα δείξας. ὡς φιλαληθὴς τὸν ἀληθῆ Θεὸν τιμῶν ὡς πατέρα. τιμὴ δὲ αὐτῷ τὸ ζῆν σε ὡς αὐτὸς δίκαιος ὤν θέλει. δικαίου δὲ θέλημα τὸ μὴ ἀδικεῖν. ἀδικία δέ ἐστιν φονεύειν, μοιχεύειν, μισεῖν, πλεονεκτεῖν, καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ εἴδη πολλά.

Πλὴν τούτοις συνεισφέρειν δεῖ τί ποτε, ὅ κοινότητα πρὸς ἀνθρώπους μὲν οὐκ ἔχει, ἴδιον δὲ θρησκείας Θεοῦ τυγχάνει. λέγω δὴ τὸ καθαρεύειν, τὸ ἐν ἀφέδρῳ οὔσῃ τῇ ἰδίᾳ γαμετῇ μὴ κοινωνεῖν, ὅτι τοῦτο ὁ Θεοῦ κελεύει νόμος. τί δέ, εἰ μὴ καὶ τῇ τοῦ Θεοῦ θρησκείᾳ τὸ καθαρεύειν ἀνέκειτο, ὑμεῖς ὡς οἱ κάνθαροι ἡδέως ἀνεκυλίεσθε.

διὸ ὡς ἄνθρωποι ἔχοντές τι πλεῖον τῶν ἀλόγων ζώων, τὸ λογικὸν εἷναι, τὴν μὲν καρδίαν τῶν κακῶν ἐρανιῶ καθάρατε λογισμῷ, λουτρῷ δὲ πλύνατε τὸ σῶμα. κατὰ γὰρ τὰ ἀληθῆ τὸ καθαρεύειν, οὐχ ὡς ὅτι προηγεῖται τῆς κατὰ τὴν καρδίαν καθάρσεως ἡ τοῦ σώματος ἁγνεία, ἀλλ᾽ ὡς ὅτι ἕπεται τῷ ἀγαθῷ τὸ καθάριον. καὶ γὰρ ὁ διδάσκαλος ἡμῶν ἐνίους τῶν ἐν ὑμῖν Φαρισαίων καὶ γραμματέων, οἵ εἰσιν ἀφωρισμένοι καὶ τὰ νόμιμα ὡς γραμματεῖς τῶν ἄλλων πλεῖον εἰδότες, ὅμως διήλεγχεν αὐτοὺς ὡς ὑποκριτάς, ὅτι μόνα τὰ ἀνθρώποις φαινόμενα ἁγνεύοντες τὰ τῆς καρδίας καθαρὰ καὶ Θεῷ μόνῳ ὁρώμενα παρελίμπανον.

Ῥητῇ οὖν ταύτῃ φωνῇ ἐχρήσατο, τὰ ἀληθῆ πρὸς τοὺς ὑποκριτὰς αὐτῶν, οὐ πρὸς πάντας. ἐνίων γὰρ καὶ ἐπακούειν ἔλεγεν, ὅτι τὴν Μωυσέως ἐπιστεύθησαν καθέδραν. πλὴν πρὸς τοὺς ὑποκριτὰς ἔλεγεν· οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπους. Φαρισαῖου τυφλέ, καθιάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὰ ἔξω αὐτῶν καθαρά. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι. ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπό γε τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς καὶ τὸ ἔξω καὶ τὸ ἔσω καθάραι δύναται, ὁ δὲ τὰ ἔξω καθαίρων , πρὸς ἀνθρώπων τὸν ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἐπαίνῳ τῶν ἱστορούντων παρὰ τῷ Θεῷ οὐδὲν ἔχει.

Τίνι δὲ οὐ φαίνεται, ὅτι κρεῖττόν ἐστιν γυναικὶ ἐν γυναικείοις οὔσῃ μὴ συνελθεῖν, ἀλλὰ καθαρθείσῃ καὶ βαπτισθείσῃ; ἀλλὰ καὶ μετὰ κοινωνίαν βαπτίζεσθαι δεῖ. εἰ δὲ τοῦτο ποιεῖν ὀκνεῖτε, ἀναπολήσατε, πῶς τὰ τῆς ἁγνείας μέρη μετεδιώκετε, ὅτε ἀναισθήτοις εἰδώλοις ἐθρησκεύετε. αἰσχύνθητε ὅτι ἐνταῦθα, ὅπου ἐχρῆν, οὐ τὸ πλεῖον λέγω, ἀλλὰ μόνον καὶ ὅλον τὸ τῆς ἁγνείας ἀναδέξασθαι, ὀκνηρότεροι γίνεσθε. νοήσατε οὖν τὸν ἐκεῖ ὑμᾶς πεποιηκότα, καὶ διανοηθήσεσθε τίς ἐστιν ὁ ἐνταῦθα ὄκνον πρὸς ἁγνείαν ὑμῖν ἐμβάλλων.

Ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· χρὴ οὖν ἡμᾶς ποιεῖν ὅσα ἐν εἰδώλοις ἐποιοῦμεν; φημί σοι, οὐχ ὅλα, ἀλλ᾽ ὅσα καλῶς ἐποιεῖτε, καὶ ἐνταῦθα πλεῖον. ὅ τι γὰρ ἂν καλῶς γίνηται ἐν τῇ πλάνῃ, ἀπὸ

τῆς ἀληθείας ἤρτηται, ὡς εἰ καί τι ἐν τῇ ἀληθείᾳ κακῶς γένοιτο, ἀπὸ τῆς πλάνης ἐστίν. ἀπολάβετε οὖν ὑμῶν πανταχόθεν τὰ ἴδια, μὴ τὰ ἀλλότρια, καὶ μὴ λέγετε, εἴ τι ποιοῦσιν οἱ πεπλανημένοι καλόν, ποιεῖν οὐκ ὀφείλομεν. τούτῳ γὰρ τῷ λόγῳ, ἐὰν μὴ φονεύῃ τις εἴδωλα σέβων, φονεύειν ὀφείλομεν, ὅτι ὁ ἐν πλάνῃ ὤν οὐ φονεύει.

Οὐχί, ἀλλὰ τὸ πλεῖον, ἐὰν οἱ ἐν πλάνῃ μὴ φονεύωσιν, ἡμεῖς μηδὲ ὀργιζώμεθα, ἐὰν ὁ ἐν πλάνῃ μὴ μοιχεύει , ἡμεῖς τὴν ἀρχὴν μηδὲ ἐνθυμηθῶμεν, ἐὰν ὁ ἐν πλάνῃ τὸν ἀγαπῶντα ἀγαπᾷ, ἡμεῖς καὶ τοὺς μισοῦντας, ἐὰν ὁ ἐν πλάνῃ δανείζῃ τοῖς ἔχουσιν, ἡμεῖς καὶ τοῖς μὴ ἔχουσιν. ἁπαξαπλῶς ὀφείλομεν οἱ τὸν ἄπειρον αἰῶνα ἐλπίζοντες κληρονομεῖν, τῶν τὸν παρόντα μόνον εἰδότων, τῶν ὑπ᾽ αὐτῶν γενομένων καλῶν κρεῖττον ποιεῖν, εἰδότες, ὅτι ἐὰν αὐτῶν τὰ ἔργα τοῖς ἡμετέροις ἔργοις ἐν ἡμέρᾳ κρίσεως ἀνακριθέντα ἴσα τῇ εὐποιΐᾳ εὑρεθῇ, καὶ ἡμεῖς ἐναισχυνθῆναι ἔχομεν, αὐτοὶ δὲ διὰ πλάνην τὰ καθ᾽ αὑτῶν ποιήσαντες ἀπολέσθαι. τὸ δὲ αἰσχυνθῆναι κατὰ τοῦτο εἴρηκα, ὅτι μὴ πλεῖον ἐποιήσαμεν αὐτῶν, ὧν καὶ πλεῖον ἐγνώκαμεν. εἰ δὲ αἰσχυνθῆναι ἔστιν, τὴν εὐποιΐαν αὐτοῖς ἴσην δείξαντες καὶ οὐ πλεῖον, πῶς γε μᾶλλον, ἐὰν αὐτῶν τῆς εὐποιΐας τὸ ἧττον δείξωμεν;

Ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιΐαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε. πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον ὧδε, καὶ οὐδεὶς πιστεύει. καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας, εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει, μὴ μόνον ὅσα τοῖς ἔθνεσιν τὰ καλὰ ἴσως ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐῤῥύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον, καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἄν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν,

ὅτε εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σώζεσθαι· ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην, καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

Τοῦτο δὲ εἰπὼν ἀπέλυσεν τοὺς ὄχλους, καὶ συνήθως ἁλῶν σὺν τοῖς φιλτάτοις μεταλαβὼν ἡσύχασεν. οὕτως οὖν ποιῶν καὶ διαλεγόμενος ἑκάστοτε προσαγωγὰς κατὰ τὸ βέβαιον προσέφερεν τῷ τοῦ Θεοῦ νόμῳ, τοὺς νομιζομένους μετὰ τῆς νομιζομένης γενέσεως ἐλέγχων, καὶ ὅτι αὐτοματισμὸς μὲν οὐκ ἔστιν, ἀλλὰ κατὰ πρόνοιαν διοικεῖται ὁ κόσμος.

Τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων· ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν, ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὑτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβάλλοντα αὑτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα, μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ᾽ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς οὖν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ᾽ ὀνόματι τοῦ κυρίου ὑμῶν κηρύσσοντα, πλάνην τε ἐνσπείροντα ὑποβάλλῃ. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη· πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγινώσκετε αὐτούς.

Καὶ ταῦτα εἰπὼν τοὺς μὲν προπόμπους ἐξέπεμψεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ἐκεῖ τὴν ἑπομένην ἐπιμένειν εἰπών. τῶν οὖν πορευθέντων ὁ Πέτρος πολλῶν πεπεισμένων ὄχλων νόσους, πάθη, δαίμονας ἀπελάσας, καὶ εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς βαπτίσας, καὶ εὐχαριστίαν κλάσας, Μαροόνην τὸν ἀποδεξάμενον

αὐτόν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας καὶ χηρικὰ συστησάμενος, ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος τῆς ἐκκλησίας τῇ τάξει προσομιλήσας, καὶ τῷ ἐπισκόπῳ Μαροόνῃ πείθεσθαι συμβουλεύσας, ἤδη τριῶν μηνῶν πληρωθέντων τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπ᾽ Ἀντιόχειαν τῆς Συρίας ἐπορεύετο ὁδόν.