Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρηγορότας ἡμᾶς εὑρὼν, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λουσάμενος εὔξηται. ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα ἐγεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοὺς συνήθως προσαγορεύσας λέγειν ἤρξατο.

Ἐπειδὴ πολλῇ τῇ καθ᾽ ὑμῶν ὑφ᾽ ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς. τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν, καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα, πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συμπνίξας ἄκαρπον

καταστήσει πρὸς τὰ σώζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας μὴ κατ᾽ ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε.

Οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομένετε, ἐὰν μή γε αὑτοῖς ὀργισθέντες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν ὀργὴν τῷ νῷ ὡς πῦρ χερσευούσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ, τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω, μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε, καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε, καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας, καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργὴν, τὰ κακὰ τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι, ὅτι θελήσαντες πάντα κατορθῶσαι δυνήσεσθε.

Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν Θεοῦ εἰκόνα εἶναι, καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ Θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς Θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα Θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα. τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλ᾽ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονότα τοῦ Θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς Θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ Θεοῦ εἰκόνι, ὅπερ ἐστὶν ἄνθρωπος, προσφέρειν δεῖ οὕτως, πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην, καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ Θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται.

Οἶον οὖν ἐστιν λέγειν ποτέ, ὅτι εὐσεβείας τῆς εἰς Θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα

θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες, μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδ᾽ ἕν κακὸν πράττειν, δἰ ὅ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δἰ ἅ ἄνθρωπος ἀθυμεῖ· ἀδυκία γὰρ καὶ ἂν ἀθυμία γίνεται. διὰ τοῦτο φονεύετε καὶ ἀφαιρεῖσθε τὰ αὐτοῦ, καὶ ὅσα ἄλλα ἴστε, ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πολυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος, ἀσεβεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε.

Τινὲς δὲ λέγουσιν, εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἄν ἦν, ἀλλ᾽ ἀνῃρεῖτο ἄν. φημὶ κᾀγώ, τοῦτο πάντως ἔσται, ὅταν τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως, εἰ θέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν, τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε; οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτὰ, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον, ὡς ἐν Αἰγύπτῳ, προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν Θεὸν μηδὲν ἐάσαι, ἀλλὰ μηδὲ ὑμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον, μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὅς οὐ φείδεται ὑμῶν. ἀλλ᾽ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ᾽ οὐχ ὑπὸ Θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν.

Ἀλλά φησιν, ἐχρῆν αὐτοὺς τοὺς προσκυνοῦντας ἀναιρεῖσθαι ὑπὸ τοῦ ὄντως Θεοῦ, ἵνα ἄλλος τοῦτο μὴ ποιῇ. ἀλλ᾽ οὐκ εἶ σοφώτερος τοῦ Θεοῦ, ἵνα αὐτῷ ὡς φρονιμώτερος γνώμην δῷς. οἶδεν ὅ ποιεῖ. πᾶσιν γὰρ ἐν ἀσεβείᾳ οὖσιν μακροθυμεῖ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος πατὴρ, εἰδὼς ὅτι καὶ ἐξ ἀσεβῶν εὐσεβεῖς γίνονται. καὶ αὐτῶν τῶν σεβόντων τὰ αἰσχρὰ καὶ ἀναίσθητα πολλοὶ νήψαντες τὸ μὲν αὐτὰ σέβειν καὶ ἁμαρτάνειν ἐπαύσαντο, τῷ δὲ ὄντως Θεῷ πρὸς ταῖς εὐχαῖς καὶ Ἕλληνες ἐσώθησαν.

Ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδ᾽ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον,

καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὤν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ᾽ ἑτέρου ἀνάγκῃ ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθόν, καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ Θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὅ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν ὅ τι ἐνθυμηθῶμεν, ἀπ᾽ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν , ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε· οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ᾽ οὖν γε ὑμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ὑμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ.

Ἀλλά φησιν, κρεῖττον ποιοῦμεν, ἅμα αὐτῷ καὶ πᾶσιν εὐχαριστοῦντες. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἴστε τὴν καθ᾽ ὑμῶν ἐπιβουλήν. ὡς γάρ, ὁπόταν ἕνα κάμνοντα πολλοὶ ἰατροὶ θεραπεύειν ἐπαγγέλλωνται μηδὲν δυνάμενοι, εἶς δέ τις ὄντως ἰᾶσθαι δυνάμενος τὴν αὐτοῦ ἀντίδοτον μὴ προσφέρει, λογισάμενος ὅτι, ἄν αὐτὸς θεραπεύσῃ, ἄλλοι ἐπιγράφονται, οὕτω καὶ ὁ Θεὸς μετὰ πολλῶν ἀξιούμενος τῶν μηδὲν δυναμένων, οὐκ εὐεργετεῖ. τί οὖν, φησίν, ὁ Θεὸς ἐπὶ τούτῳ ἀγανακτεῖ, ἐάν γε αὐτοῦ θεραπεύοντος ἄλλος ἐπιγραφῇ; φημί, εἰ καὶ μὴ ἀγανακτεῖ, ἀλλ᾽ οὖν γε οὐ λέγει τῆς ἀπάτης συνεργὸς γενέσθαι. αὐτοῦ γὰρ εὐεργετήσαντος καὶ τὸ μηδὲν ποιῆσαν εἴδωλον ὡς δυνηθὲν πιστοῦται. ἀλλὰ κἀγώ φημί σοι, εἰ μὴ φυσικῶς ἠδίκητο πρὸς ἀναίσθητα ἐπτοημένος, ἴσως ἂν καὶ τοῦτο ὑπομεμενήκει, δι᾽ ὅν ἥψατε ὑπὲρ τῆς σωτηρίας τὰ εὔλογα νοεῖν. ὁ Θεὸς γὰρ ἀνενδεὴς ὤν αὐτὸς οὐδενὸς δεῖται, οὔτε βλάπτεται. ἡμῶν γάρ ἐστιν τὸ ὠφελεῖσθαι ἢ βλάπτεσθαι. ὅνπερ γὰρ τρόπον Καῖσαρ οὔτε βλασφημούμενος βλάπτεται, οὔτε εὐχαριστούμενος ὠφελεῖται, ἀλλὰ τοῦ εὐχαριστοῦντος μὲν γίνεται τὸ ἀκίνδυνον, τοῦ δὲ βλασφημοῦντος ὄλεθρος, οὕτως οἱ Θεὸν εὐφημοῦντες αὐτὸν μὲν οὐδὲν ὠφελοῦσιν, ἑαυτοὺς δὲ σώζουσιν, ὁμοίως καὶ οἱ βλασφημοῦντες αὐτὸν μὲν οὐκ ἀδικοῦσιν, αὐτοὶ δὲ ὀλοθρεύονται.

Ἀλλά φησιν, οὐχ ὁμοίως ἐπ᾽ ἀνθρώπου καὶ Θεοῦ. σύμφημι

κἀγὼ ὅτι οὐχ ὁμοίως. μείζων γὰρ ἡ κόλασις ὡς μεῖζον ἀσεβήσαντι, ἥττων δὲ τῷ εἰς τὸν ἥττονα ἁμαρτήσαντι. ὡς οὖν πάντων μείζων ὁ Θεός, οὕτως μείζονα ὑφέξει κόλασιν ὁ εἰς αὐτὸν ἀσεβήσας, ὡς εἰς μείζονα ἁμαρτήσας, οὐκ αὐτοῦ αὐτόχειρος ἀμυνομένου, ἀλλὰ πάσης τῆς κτίσεως ἐπὶ τούτῳ ἀγανακτούσης καὶ φυσικῶς ἐπεξερχομένης. οὐ γὰρ δώσει τῷ βλασφήμῳ οὐχ ἥλιος τὸ φῶς, οὐ γῆ τοὺς καρπούς, οὐ πηγὴ τὸ ὕδωρ, οὐκ ἐν ᾅδῃ τῇ ψυχῇ ὁ ἐκεῖ καθεστὼς ἄρχων τὴν ἀνάπαυσιν, ὁπότε καὶ νῦν ἐπὶ τῆς τοῦ κόσμου προθεσμίας ὑφεστώσης παραγανακτεῖ πᾶσα ἡ κτίσις. διὸ οὔτε τελείους ὑετοὺς παρέχει, οὔτε γῆ τοὺς καρπούς, διὸ οἱ πλείονες λυμαίνονται. ἀλλὰ καὶ αὐτὸς ἀὴρ θυμῷ ὑπεκκαιόμενος πρὸς λοιμώδη πρᾶξιν μεταβάλλεται. πλὴν ὅσων ἀπολαύομεν ἀγαθῶν, τῷ αὑτοῦ ἐλέῳ εἰς τὴν ἡμετέραν φιλανθρωπίαν βιάζεται τὴν κτίσιν. οὕτως ὑμῖν τοῖς ἀτιμάζουσιν τὸν τῶν ὅλων δημιουργὸν ἡ πᾶσα κτίσις χαλεπαίνει.

Κἂν γὰρ τῇ τοῦ σώματος λύσει τὴν κόλασιν ἐκφύγητε, πῶς τὴν ψυχὴν ὑμῶν ἄφθαρτον οὖσαν διὰ τῆς φθορᾶς φυγεῖν δυνήσεσθε; ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ τῶν ἀσεβῶν, οἷς ἄμεινον ἦν μὴ ἄφθαρτον αὐτὴν ἔχειν. κολαζομένη γὰρ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀπεράντῳ τιμωρίᾳ, καὶ μὴ θνήσκουσα, ἐπὶ κακῷ τῷ αὑτῆς τέλος λαβεῖν οὐκ ἔχει. ἀλλ᾽ ἴσως ἐρεῖ τις ὑμῶν· φοβεῖς ἡμᾶς Πέτρε. διδάξατε οὖν ἡμᾶς, πῶς σιγῶντες ἐροῦμεν τὰ ὄντα ὡς ἔστιν, ἄλλως γὰρ αὐτὰ ὑμῖν σημαίνειν οὐ δυνάμεθα. ἐάν τε σιγήσωμεν, ἐνεδρεύεσθε ὑπὸ τῶν κακῶν διὰ τὴν ἄγνοιαν, ἐάν τε λαλήσωμεν, ὡς ἐπὶ ψευδεῖ ὑποθέσει φοβοῦντες ὑμᾶς ὑποπτευόμεθα. πῶς οὖν ἐπᾴσωμεν τῷ εἰς τὴν ὑμετέραν κακῷ ἐνδομυχοῦντι καὶ πανούργως ὑποσπείροντι ὑμῖν τὰς Θεῷ ἐχθραινούσας ὑπονοίας προφάσει τῆς πρὸς Θεὸν φιλίας; διαλλάγητε ἑαυτοῖς· ὑπὲρ γὰρ τῆς ὑμῶν σωτηρίας γίνεται ἡ μετὰ εὐποιΐας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν Θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία, ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρατύνει.

Ἄλλοι δὲ λέγουσιν· οὐ πεφρόντικεν ἡμῶν ὁ Θεός. καὶ τοῦτο ψεῦδός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὑτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, οὔτε τὸν ὑετὸν αὑτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν· εὐσεβέστεροί ἐσμεν, καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων ἐρεῖ βασιλεῖ· τὴν ἴσην σοι ἀπονέμω τιμήν,

οἵαν καὶ τοῖς νεκροῖς καὶ ἐῤῥιμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ᾽ ἐρεῖ τις· κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμήσαντες, τῆς οὐσίας αὐτῶν ἴσως εἰς ἄλλο τι, εἰς χρῆσιν κόπρου, εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ εὐσεβέστεροι εἶναί φατε, οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ, ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδῷ τιμήν, πόντως ἀποκληρονόμος γίνεται· ἐπὰν δὲ κατὰ γνώμην τοῦ πατρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνεται.

Ἄλλοι δὲ λέγουσιν· ἀσεβεῖν μέλλομεν, ἐὰν τὰ παραδο θέντα ἡμῖν ἐκ πατέρων σεβάσματα λείψωμεν· ὅμοιον γάρ ἐστιν τῷ παραθήκην φυλάξαι. οὐκοῦν τούτῳ τῷ λόγῳ κἄν λῃστοῦ τις ᾖ πατρὸς ἢ αἰσχροβίου, οὐκ ὀφείλει ὁ υἱὸς νήψας τὸ κρεῖττον ἑλέσθαι, ἵνα μὴ ἀσεβήσῃ; πῶς δὲ ἀνόητοι οἱ λέγοντες· ταῦτα προσκυνοῦμεν, ἵνα μὴ αὐτῷ ὀχλῶμεν; ὡς ὀχλουμένου Θεοῦ ἐφ᾽ οἷς εὐφημεῖται, μὴ ὀχλουμένου δὲ ἐφ᾽ οἷς ἀχαριστούμενος βλασφημεῖται. διὰ τί οὖν, ὁπόταν ἐποχὴ ὑετοῦ γένηται, πρὸς οὐρανὸν τὰ πάντα ἀφορῶντες εὐχὰς καὶ λιτὰς ἀπονέμετε; καὶ ὅταν ἐπιτύχητε, τάχιον ἐπιλανθάνεσθε; ἀμήσαντες γὰρ ἢ τρυγήσαντες εὐθέως τοῖς μηδὲν οὖσιν εἰδώλοις τὰς ἀπαρχὰς ἀπονέμετε, τάχιον ἐπιλανθανόμενοι τοῦ εὐεργετήσαντος Θεοῦ. καὶ οὕτως εἰς ἀεί. καὶ εἰς τοὺς ναοὺς γενόμενοι θυσίας ἐπιτελοῦντες εὐωχεῖσθε. διὰ τοῦτο οἱ μὲν ὑμῶν λέγουσιν παρηγορίας καὶ τοῦ εὐωχεῖσθαι χάριν καλῶς ταῦτα ἐπινενόηται.

Ὡ ἀνόητοι! ὑμεῖς τοῦ λεγομένου γίνεσθε δίκαιοι κριταί. εἴπερ γὰρ καὶ ἐχρῆν ἐνταῦθα εἰς εὐφρασίαν σώματος ἑαυτὸν δοῦναι ποίᾳ εὐωχίᾳ, ἄμεινον ἡ ἐν ποταμοῖς καὶ ὕλαις καὶ ἄλσεσιν, ἔνθα εἰλαπίναι καὶ συμπόσια καὶ κατάσκιοι τόποι, ἢ ὅπου ἀπόνοια δαιμόνων , καὶ χειρῶν τομαὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ οἶστροι , καὶ μανίαι, καὶ τριχῶν κόμαι, καὶ κόμποι , καὶ ἐνθουσιασμοὶ, καὶ ὀλολυγαὶ, καὶ πάντα ἐκεῖνα τὰ μεθ᾽ ὑποκρίσεως εἰς κατάπληξιν τῶν ἀνοήτων γινόμενα, ὅπως τὰς ὑμῶν ὀφειλομένας εὐχὰς καὶ εὐχαριστίας καὶ νεκρῶν νεκροτέροις προςενέγκητε;

Καὶ διὰ τί χαίροντες ταῦτα ποιεῖτε; ἐπεὶ οὐ θέλει ὑμῖν ὁ ἐμφωλεύων εἰπεῖν ὄφις, ὅς ἐνέσπειρεν ὑμῖν τὴν ἄκαρπον ἐπιθυμίαν, λέγων ὑπομνήσω. ἔχει δὲ οὕτως· παρὰ τῇ τοῦ Θεοῦ θρησκείᾳ κηρύσσεται νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀδίκως ἀφελόμενον κορεσθῆναι. παρὰ δὲ τοῖς λεγομένοις θεοῖς τὰ ἐναντία γίνεται. καὶ ἔνια εἰς κατάπληξιν δικαιοσύνης παραγγέλλετε, ἅπερ εἰ καὶ πάντα ποιεῖτε τὰ παραγγέλματα, μία ἡ πρὸς Θεὸν ἄγνοια ἱκανὴ τυγχάνει πρὸς τὴν καθ᾽ ὑμῶν τιμωρίαν. πλὴν συνερχόμενοι εἰς τοὺς ὑφ᾽ ὑμῶν αὐτοῖς δοθέντας τόπους ἡδέως μεθύσκεσθε καὶ βωμοὺς ἀνάπτετε, ὧν ἡ κνίσσα ῥεμβομένη καὶ τὰ τυφλὰ καὶ κωφὰ πνεύματα διὰ τῆς ἐξουσίας ἄγει εἰς τὸν τῆς ὀσφρήσεως αὐτῶν τόπον. καὶ οὕτως τῶν ἐκεῖ οἱ μὲν ἐνθουσιασμοῦ, οἱ δὲ βρωτῶν ἀλλοκότων ἐμπίμπλανται, οἱ δὲ ἐπὶ τὸ ἀσελγαίνειν τρέπονται, οἱ δὲ ἐπὶ κλοπὰς καὶ φόνους. ἡ γὰρ τοῦ ἐκεῖ αἵματος ἀναθυμίασις καὶ ἡ τῶν οἴνων σπονδὴ καὶ αὐτὴ κορεῖ τὰ ἀκάθαρτα πνεύματα, ἅ τινα ἐνδομυχοῦντα εἰς ὑμᾶς φιληδόνως ἔχειν τὰ ἐκεῖ ποιοῦσιν, καὶ δἰ ὀνείρων ὑμᾶς φαντασίαις ψευδέσιν περιβάλλουσιν, καὶ μυρίοις παθήμασιν τιμωροῦσιν. προφάσει γὰρ τῶν λεγομένων ἱεροθύτων χαλεπῶν δαιμόνων ἐμπίπλασθε, οἵ καὶ φρονίμως ὑμᾶς λανθάνοντες ἀναιροῦσιν, ἵνα μὴ συνῆτε ὑμῶν τὴν ἐπιβουλήν. προφάσει γάρ τινος ἐπηρείας ἢ ἀνάγκης ἢ ἔρωτος ἢ ὀργῆς ἤ λύπης ἢ ἀγχόνῃ ἢ ὕδατι πνίξαντες ἢ ἀπὸ κρημνοῦ ῥίψαντες ἢ αὐτοχειρίᾳ ἢ ἀποπληξίᾳ ἢ ἑτέρῳ τινὶ πάθει τοῦ ζῆν μεθιστᾶσιν.

Ἡμῶν δὲ οὐδεὶς τοιοῦτόν τι παθεῖν δύναται, ἀλλ᾽ αὐτοὶ ὑφ᾽ ἡμῶν κολάζονται, ὁπόταν εἴς τινα εἰσιόντες βραδέως ἐξιέναι ἡμᾶς παρακαλοῦσιν. ἀλλ᾽ ἐρεῖ τις· ἴσως τοιούτοις πάθεσιν καὶ θεοσεβῶν τινες ὑποπίπτουσιν. φημὶ ὅτι τοῦτο ἀδύνατον. θεοσεβὴς γὰρ οὗτός ἐστιν, ἐγώ φημι, ὁ ὄντως θεοσεβής, οὐχ ὅς ἂν μόνον λέγηται, ὁ δὲ ὄντως ὤν τοῦ δοθέντος αὑτῷ νόμου ἐκτελεῖ τὰς πράξεις. ἐάν τις ἀσεβήσῃ, εὐσεβὴς οὐκ ἔστιν. ὅνπερ τρόπον ἐὰν ὁ ἀλλόφυλος τὸν νόμον πράξῃ, Ἰουδαῖός ἐστιν, μὴ πράξας δὲ Ἕλλην· ὁ γὰρ Ἰουδαῖος πιστεύων Θεῷ ποιεῖ τὸν νόμον, δι᾽ ἧς πίστεως καὶ τὰ ἄλλα τὰ ὄρεσιν ἐοικότα καὶ βαροῦντα μεθίστησιν πάθη. ὁ δὲ μὴ ποιῶν τὸν νόμον δῆλον ὅτι ἐκ τοῦ μὴ πιστεύειν Θεῷ λιποτακτεῖ,

καὶ οὕτως ὡς οὐχὶ Ἰουδαῖος ἁμαρτωλὸς διὰ τὴν ἁμαρτίαν ἐπικρατεῖται ὑπὸ τῶν εἰς τὸ τιμωρεῖν τοὺς ἁμαρτάνοντας καθεστώτων παθῶν. βουλῇ Θεοῦ τῇ ἀπαρχῆς ὁρισθείσῃ δικαίως τοῖς σέβουσιν αὐτὸν παραπτωμάτων χάριν ἡ τιμωρία ἕπεται, ὅ γίνεται, ἵνα ὡς ὀφείλημα διὰ τῆς βασάνου ἀπαιτήσασα τὴν ἁμαρτίαν τοὺς ἐπιστρέψαντας καθαροὺς ἐν τῇ τῶν ὅλων παραστήσῃ κρίσει. ὡς γὰρ τοῖς κακοῖς ἡ ἐνταῦθα τρυφὴ εἰς ζημίαν αἰωνίων ἀγαθῶν γίνεται, οὕτως αἱ τιμωρίαι τοῖς παραπίπτουσιν Ἰουδαίοις πέμπονται εἰς ἔκπραξιν, ἵνα ἐνταῦθα ἀπολαύοντες τὸ παράπτωμα τῆς ἐκεῖ ἀπαλλαγῶσιν αἰωνίας κολάσεως.

Ὑμεῖς δὲ ταῦτα εἰπεῖν οὐ δύνασθε, οὐ γὰρ πιστεύετε τὰ ἐκεῖ εἶναι ὡς ἡμεῖς λέγομεν, λέγω δὴ, ὅπου πᾶσιν ἡ ἀνταπόδοσις γίνεται. οὗ ἕνεκεν ἀγνοοῦντες τὸ συμφέρον ὑπὸ τῶν προσκαίρων ἡδονῶν μὴ λαβεῖν τὰ αἰώνια ἐνεδρεύεσθε. διὸ ἡμεῖς τοῦ συμφέροντος ὑμῖν τὰς ἀποδείξεις ποιεῖν πειρώμεθα, ἵνα πληροφορηθέντες περὶ τῶν τῆς θεοσεβείας ἐπαγγελμάτων διὰ τῶν ἀγαθῶν πράξεων δυνηθῆτε σὺν ἡμῖν τὸν ἄλυπον αἰῶνα κληρονομῆσαι. μέχρι μὲν οὖν γνωρίζετε ἡμᾶς, μὴ χαλεπαίνετε ἡμῖν ὡς ψευδομένοις περὶ ὧν ὑμῖν θέλομεν καλῶν. τὰ γὰρ ἡμῖν νομισθέντα ἀληθῆ τε καὶ ἀγαθά, ταῦτα ὑμῖν φέρειν οὐκ ἐφθονήσαμεν, ἀλλὰ τοὐναντίον ἐσπεύσαμεν συγκληρονόμους ὑμᾶς ποιῆσαι ἀγαθῶν, ὧν ἡμεῖς νενοήκαμεν. οὕτω γὰρ χρὴ πρὸς τοὺς ἀπίστους λέγειν. ὅτι δὲ ἀληθεύομεν ὄντως περὶ ὧν λέγομεν, οὐκ ἄλλως δυνήσεσθε εἰδέναι, ἐὰν μὴ πρότερον φιλαληθῶς ὑπακούσητε.

Διὸ ἐπὶ τοῦ παρόντος, κἂν τὰ μυρία ὑμᾶς ὁ ἐν ὑμῖν ἐνδομυχῶν ὄφις, κακοὺς ὑποβαλὼν λογισμοὺς καὶ ἀσχολίας, ἐνεδρεύειν θέλῃ, ἀλλ᾽ οὖν γε ὑμεῖς ὀφείλετε ταύτῃ μᾶλλον προσφιλονεικοῦντες αὐτῷ συνεχῶς ἡμῶν ἐπακούειν. δεῖ γὰρ συνεδρεύοντας ὑμᾶς τοὺς σφόδρα ἠπατημένους εἰδέναι, πῶς χρὴ ἐπᾴδειν αὐτῷ. ἄλλως δὲ ἀδύνατον. ἐπᾴδειν δὲ λέγω, τῷ λογισμῷ ἀντιτάσσεσθαι ταῖς κακαῖς αὐτῶν συμβουλίαις.

Ὅθεν ὁ τῆς ἀληθείας προφήτης πολὺ τὸν κόσμον πεπλανημένον εἰδὼς καὶ τῇ κακίᾳ συνθέμενον ἰδὼν οὐκ ἠγάπησεν τὴν πρὸς αὐτὸν εἰρήνην, ὡς ἐκ πλάνης συνοῦσαν. ὅτι εἰς τέλος ἐπιφέρει πᾶσιν τοῖς πρὸς κακίαν ὁμογνωμονοῦσιν , παραθεὶς ἀντὶ πλάνης, τοῖς

νήψασιν ὥσπερ πῦρ ἐμβαλὼν τὴν κατὰ τοῦ ἐνεδρεύσαντος ὀργὴν μαχαίρᾳ ἐοικυῖαν, προτείνας λόγον ἀναιρεῖ τὴν ἄγνοιαν τῇ γνώσει, ὥσπερ τέμνων καὶ χωρίζων ζῶντας ἀπὸ τῶν νεκρῶν. τῆς μὲν οὖν κακίας ὑπὸ τῆς νομίμου γνώσεως νικωμένης πόλεμος συνεῖχε τὸ πᾶν. σωτηρίας γὰρ χάριν υἱὸς ὑπείξας ἀπειθοῦς ἐχωρίζετο πατρὸς, ἢ καὶ πατὴρ τέκνου, ἡ τεκοῦσα θυγατρὸς, ἡ θυγάτηρ μητρὸς, καὶ ἅπαξ οἱ συγγενεῖς συγγενῶν καὶ φίλοι συνήθων.

Καὶ μή τις λεγέτω· πῶς τοῦτο δίκαιον, χωρίζεσθαι γονεῖς τέκνων καὶ τέκνα γονέων; δίκαιον καὶ πάνυ. εἰ γὰρ συνόντες, μετὰ τοῦ μηδὲν αὐτοὺς ὠφελεῖν, καὶ συναπώλλυντο αὐτοῖς, πῶς οὐ δίκαιον, χωρισθῆναι τὸν σώζεσθαι θέλοντα ἀπὸ τοῦ μὴ θέλοντος, συναπολέσθαι δὲ βουλομένου; πρὸς τούτοις οὐδὲ αὐτοὶ οἱ τὸ κρεῖττον νενοηκότες χωρισθῆναι ἤθελον, ἀλλὰ συνεῖναι καὶ ὠφελεῖν αὐτοὺς τῇ τῶν κρειττόνων ὑφηγήσει, ὅθεν οἱ ἀπειθεῖς ἐπακούειν αὐτῶν μὴ θέλοντες αὐτοὶ αὐτοὺς ἐπολέμουν, χωρίζοντες, διώκοντες, μισοῦντες. οἱ δὲ ταῦτα πάσχοντες, ἐλεοῦντες ἑαυτοὺς ὑπ᾽ ἀγνοίας ἐνεδρευομένους, διδασκαλίᾳ φρονήσεως ηὔχοντο ὑπὲρ τῶν κακὰ αὑτοὺς διατιθεμένων, τὴν ἄγνοιαν τοῦ ἁμαρτήματος αἰτίαν εἶναι μεμαθηκότες. αὐτὸς γὰρ ὁ διδάσκαλος προσηλωθεὶς ηὔχετο τῷ πατρὶ, τοῖς αὑτὸν ἀναιροῦσιν ἀφεθῆναι τὸ ἁμάρτημα εἰπών· πάτερ, ἄφες αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν, οὐ γὰρ οἴδασιν ἃ ποιοῦσιν. μιμηταὶ οὖν γινόμενοι τοῦ διδασκάλου καὶ αὐτοί, ἐν οἷς ἔπασχον, ὑπὲρ τῶν διατιθεμένων ηὔχοντο, ὡς ἐδιδάχθησαν. οὕτως οὐ γονεῖς μισοῦντες ἐχωρίζοντο, ὁπότε καὶ ὑπὲρ τῶν μὴ γονέων μηδὲ συγγενῶν, ἐχθρῶν δὲ γενομένων, ἐποίουν συνεχεῖς εὐχὰς καὶ ἀγαπᾶν πειρῶνται ὡς ἐκελεύσθησαν.