Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν ἐν Τριπόλει τρίτῃ ἡμέρᾳ ὀρθριώτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος εἰς τὸν κῆπον εἰσῄει, ἔνθα ἦν ὑδροχοεῖον μέγα, εἰς ὅ διηνεκῶς πλούσιον ἔῤῥεεν ὕδωρ. ἐκεῖ λουσάμενος εἶθ’ οὕτως εὐξάμενος ἐκαθέσθη, ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη·

Πολλή μοι δοκεῖ εἶναι διαφορὰ τῶν ἀγνοούντων πρὸς

τοὺς πεπλανημένους. ὁ γὰρ ἀγνοῶν ἐοικέναι μοι δοκεῖ ἀνδρὶ ἐπ᾽ εὐθηνουμένην πόλιν μὴ ὁρμᾶν βουληθέντι, διὰ τὸ ἀγνοεῖν τὰ ἐκεῖ καλά, ὁ δὲ πεπλανημένος μαθόντι μὲν τὰ κατὰ τὴν πόλιν ἀγαθά, ἐν δὲ τῷ ὁρμᾶν κατὰ τὴν ὁδὸν τρίβον παραλλάξαντι καὶ διὰ τοῦτο πλανωμένῳ. οὕτως οὖν μοι δοκεῖ πολλὴν διαφορὰν εἶναι τῶν εἴδωλα σεβόντων πρὸς τοὺς ἐν θεοσεβείᾳ ἀλωμένους οἵ τε γὰρ εἴδωλα σέβοντες ἀγνοοῦσιν τὴν αἰώνιον ζωήν, οὗ εἵνεκεν οὐδὲ ὀρέγονται αὐτῆς ὃ γὰρ μὴ ἴσασιν, ἀγαπᾶν οὐ δύνανται. οἱ δὲ τὸν ἕνα Θεὸν σέβειν ἑλόμενοι καὶ αἰώνιον ζωὴν τοῖς ἀγαθοῖς δεδομένην μεμαθηκότες ἐάν τι παρὰ τὰ δοκοῦντα τῷ Θεῷ ἢ πιστεύσωσιν ἢ ποιήσωσιν, ἐοίκασιν τοῖς τὴν μὲν πόλιν τῆς τιμωρίας ἐκβεβηκόσιν, ἐλθεῖν εἰς τὴν εὐθηνουμένην καὶ ἐν τῇ ὁδῷ τῆς εὐθείας πλανηθεῖσιν.

Ταῦτα αὐτοῦ διαλεγομένου ἡμῖν εἰσῄει τις τῶν ἡμετέρων ἐπὶ τῷ ἀπαγγελεῖν αὐτῷ, ὁ τὰ τοιαῦτα καθεστηκὼς λέγειν· πολλοὶ ὄχλοι, κύριου μου Πέτρε, πρὸ τῶν θυρῶν ἑστήκασιν. ἐπιτρέψαντος οὖν αὐτοῦ πολὺς ἐπεισῆλθεν ὄχλος. ὁ δὲ ἐγερθεὶς καὶ τῇ ἐχθὲς βάσει ἐπιστάς, τῷ τῆς θεοσεβείας ἔθει προςαγορεύσας ἔφη· Θεοῦ τοῦ τὸν οὐρανὸν κτίσαντος καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος, ὡς ἀληθὴς εἴρηκεν ἡμῖν προφήτης, ὁ ἄνθρωπος κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονὼς ἄρχειν τε καὶ κυριεύειν κατεστάθη, λέγω δὲ τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστιν συνιδεῖν, ὅτι τῇ ἑαυτοῦ συνέσει τὰ μὲν ἐν ἀέρι φέρει κάτω, τὰ ἐν βυθῷ ἀνάγει ἄνω, τὰ ἐν γῇ ἀγρεύει, καί τοι γε κατ᾽ ἀλκὴν αὐτοῦ πολλῷ μείζονα ὄντα, λέγω δὲ ἐλέφαντας καὶ λέοντας καὶ τὰ τούτοις παραπλήσια.

Ὅτε μέν τοι δίκαιος ἐτύγχανεν , καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος, ὅτε δὲ ἥμαρτεν, ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν, ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν, τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐσπλαγχνίας πρὸς τὸ ἀπολαύειν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά, τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης πρὸς ὑμᾶς λέγειν ἡμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἕλεσθε οὖν, ὃ ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ.

ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶ ταῦτα· τὸν πάντα πεποιηκότα σέβειν Θεόν, ὅν ἂν ἀπολάβητε τῷ νῷ, ἀπ᾽ αὐτοῦ ἀπολήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά.

Πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· Κύριον τὸν Θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐκ παντὸς οὖν λογισμοῦ συμφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι, οὐχ ὡς ἄδικον, ἀλλ᾽ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται, μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον, μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἐν τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾧ δή τινι τρόπῳ βλάπτειν δυναμένου.

Θαρσήσαντες οὖν πρόσιτε τῷ Θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵ τινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζώοις ἐοικότα πράξαντες ἐκ τῆς ψυχῆς τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ Θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζώοις ἔστιν εἰπεῖν· οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς. διὸ μὴ φθονήσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ Θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε. καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.

Ἄρξασθε οὖν ἀποδύεσθαι τῶν κενῶν εἰδώλων τοὺς ἐπιβλαβεῖς φόβους, ὅπως τὴν ἄδικον φύγητε δουλείαν· δεσπόται γὰρ γεγόνασιν ὑμῶν ἐκεῖνοι, οἵ καὶ εἰς δούλους ὑμῖν ἄχρηστοι τυγχάνουσιν. λέγω δὲ περὶ ὕλης τῶν ἀψύχων ἀγαλμάτων τῶν μηδὲ πρὸς τὸ δουλεύειν ὑμῖν χρησιμευόντων. οὔτε γὰρ ἀκούει, οὔτε βλέπει, οὔτε αἰσθάνεται, ἀλλ᾽ οὐδὲ μὲν κινηθῆναι δύναται. εἰ γὰρ βούλεταί τις ὑμῶν οὕτως ὁρᾶν ὡς ὁρᾷ καὶ ἀκούειν ὡς ἀκούει καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι; ἀλλ᾽ ἀπείη τοιαύτῃ λοιδορίᾳ λοιδορεῖν πάνθ᾽ ὁντινοῦν ἄνθρωπον, εἰκόνα περιφέροντα Θεοῦ, εἰ καὶ τὴν ὁμοιότητα ἀπώλεσεν.

Τοὺς γοῦν θεοὺς ὑμῶν τοὺς χρυσέους καὶ ἀργυρέους ἢ καὶ ἐξ ἄλλης τινὸς ὕλης γεγενημένους εἰς τὴν πρώτην αὐτῶν φύσιν ἀποκαταστήσατε, εἴς τε φιάλας λέγω καὶ λεκάνας καὶ τὰ λοιπὰ πάντα, ὅσα ὑμῖν πρὸς ὑπηρεσίαν χρήσιμα εἶναι δύναται· καὶ ταῦτα ὑμῖν ἀπαρχῆς δοθέντα ἀγαθὰ ἀποκατασταθῆναι δυνηθήσεται. ἀλλ᾽ ἴσως ἐρεῖτε οὐκ ἐῶσιν ἡμᾶς τοῦτο ποιῆσαι οἱ τῶν ἐφεστώτων νόμοι. καλῶς, ὅτι νόμοι, καὶ οὐκ αὐτῶν τῶν εἰκαίων σεβασμάτων ἡ μὴ οὖσα δύναμις. πῶς οὖν αὐτοὺς θεοὺς νενομίκατε, ὑπ᾽ ἀνθρωπίνων νόμων ἐκδικουμένους, ὑπὸ κυνῶν φρουρουμένους, ὑπ᾽ ὄχλων φυλασσομένους; καὶ ταῦτα ἐὰν χρύσεα ἢ ἀργύρεα ἢ χάλκεα· τὰ γὰρ λίθινα ἢ ὀστράκινα ὑπὸ τῆς ἀτιμίας φυλάσσεται, ὅτι οὐδεὶς ἀνθρώπων λίθινον ἢ ὀστράκινον ὀρέγεται κλέψαι θεόν. ὥστε μεγάλῳ κινδύνῳ ὑπόκεινται οἱ ἐκ πολυτελεστέρας ὕλης γεγενημένοι ὑμῶν θεοί. πῶς δὴ καὶ θεοί εἰσιν, κλεπτόμενοι, χωνευόμενοι, σταθμιζόμενοι, φρουρούμενοι;

Ὥ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι, τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώστοις τόποις οὐκ οἶδεν, οὕς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν, ἢ τῶν λεγομένων θεῶν· πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τῆς τοιαύτης δεισιδαιμονίας πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι, ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπῃ. πλὴν κἄν νῦν ἄκουσον, ὅτι οὐκ ἀκούει, καὶ νόησον, ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ᾽ αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῶα προσκυνοῦσιν, οὐδὲ στοιχεῖα τὰ ὑπὸ Θεοῦ γεγενημένα κολακεύουσιν, λέγω δὲ οὐρανὸν, ἥλιον, σελήνην, ἀστραπὴν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν Θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει, ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσῆψεν.

Αὐτοῦ γὰρ μόνου ἐστὶν ἡ ἔντιμος δόξα τοῦ μόνου ἀγενήτου,

ὅτε τὰ λοιπὰ πάντα γενητὰ τυγχάνει. ὡς οὖν τοῦ ἀγενήτου ἴδιον τὸ Θεὸς εἶναι, οὕτως πᾶν ὁτιοῦν γενόμενον θεὸς τῷ ὄντι οὐκ ἔστιν. πρὸ πάντων οὖν ἐννοηθῆναι ὀφείλετε τὴν τοῦ ἐν ὑμῖν ἀπατῶντος ὄφεως κακοῦργον ἐπίνοιαν, ὅς φρονίμως ὑμᾶς ἀπατᾷ ὑποσχέσει κρείττονος λογισμοῦ, ἕρπων ὑμῶν ἐκ τοῦ ἐγκεφάλου εἰς τὸν νωτιαῖον μυελὸν καὶ μέγα κέρδος ἡγούμενος τὴν ὑμετέραν ἀπάτην.

Εἰδὼς γὰρ τὸν ἀπαρχῆς νόμον, ὅτι ἐὰν ὑμᾶς εἰς ὑπόνοιαν τῶν δήποτε λεγομένων θεῶν ἐνέγκῃ μόνον, ἵνα εἰς τὸ τῆς μοναρχίας ἀγαθὸν ἁμάρτητε, κέρδος αὑτῷ γίνεται ἡ ὑμῶν καταστροφή. λόγῳ δὲ τούτῳ ὅτι γῆν ἤσθιεν καταδικασθείς, τὸν δι᾽ ἁμαρτίαν εἰς γῆν λυθέντα, γῆν γενόμενον, ἐσθίειν ἔχει ἐξουσίαν, τῶν ψυχῶν ὑμῶν εἰς τὴν τοῦ πυρὸς αὐτοῦ γαστέρα χωρουσῶν. ἵνα οὖν ταῦτα πάθητε, πᾶσαν τὴν καθ᾽ ὑμῶν ὑμῖν ὑποβάλλει οἴησιν.

Ἀπ’ αὐτοῦ γὰρ πᾶσαι αἱ κατὰ τῆς μοναρχίας ἀπατηλοὶ τῷ νῷ ὑμῶν ἐπὶ βλάβῃ ἐνσπείρονται ὑπολήψεις. πρῶτον μὲν μὴ τοὺς τῆς θεοσεβείας ἀκούσαντες λόγους τὴν τῶν κακῶν αἰτίαν ἀπελάσητου ἄγνοιαν, προφάσει γνώσεως ἐνεδρεύει, δοὺς τὰ μὲν πρῶτα μιᾷ τῇ κατὰ πάντων προλήψει χρώμενος, ἥ τις ἐστιν τὸ νομίζειν καὶ κακῶς βεβουλεῦσθαι, ὅτι ἐὰν μή τις ἀκούσῃ τοῦ τῆς θεοσεβείας λόγου, οὐκ ἔστιν ἔνοχος τῇ κρίσει. διὸ καὶ οὕτως ἀπατώμενοί τινες ἀκούειν οὐ θέλουσιν, ἵνα ἀγνοῶσιν, οὐκ εἰδότες ὅτι ἡ ἄγνοια αὐτὴ κατ᾽ αὐτὴν ἱκανὸν θανάσιμόν ἐστιν φάρμακον. οὐ γάρ, εἴ τις προσλάβοι θανασίμου φαρμάκου ἀγνοῶν, οὐκ ἀποθνήσκει. οὕτως φυσικῶς αἱ ἁμαρτίαι ἀναιροῦσιν τὸν ἁμαρτάνοντα, κἄν ἀγνοῶν πράσσῃ ἅ μὴ δεῖ.

Εἰ δὲ ἐπὶ παρακοῇ λόγων κρίσις γίνεται, πολλῷ μᾶλλον ὁ Θεὸς ὀλοθρεύσει τοὺς μὴ θελήσαντας τὴν εἰς αὑτὸν θρησκείαν ἀναδέξασθαι. ὁ γὰρ μὴ θέλων μαθεῖν ἵνα μὴ ἔνοχος ᾖ, ἤδη ὡς εἰδὼς κρίνεται. ἔγνω γὰρ ὅ μὴ ἀκοῦσαι θέλει· ὥστε οὐδὲν δύναται πρὸς ἀπολογίαν ἐπίνοια πρὸς καρδιογνώστην Θεόν. διὸ φεύγετε τοῦ ὄφεως τὴν πανοῦργον ὑποβαλλομένην ὑμῶν τῷ νῷ ἐνθύμησιν. ἵνα δὲ καὶ ὄντως ἀγνοήσας τις τὸν παρόντα βίον τελευτήσῃ, ἔγκλημα ἔξει, ὅτι βιώσας χρόνον οὐκ ἔγνω τίς αὑτῷ τε καὶ τῶν αὑτῷ ἐπικουρηθεισῶν τροφῶν ὑπῆρξεν εὐεργέτης, καὶ ὅτι ὡς ἀναίσθητος καὶ ἀχάριστος πολὺ ἀνάξιος δοῦλος τῆς τοῦ θεοῦ ἀποδοκιμάσεται βασιλείας.

Πάλιν τε ὑποβάλλει ὑμῖν ὁ δεινὸς ὄφις ὑπόληψιν, τοῦτο νοεῖν καὶ λέγειν, τοῦτο ὃ σχεδὸν οἱ πλεῖστοι ὑμῶν λέγουσιν ἴσμεν καὶ ἡμεῖς ὅτι εἷς ἐστιν ὁ πάντων κύριος, ἀλλὰ καὶ οὗτοι θεοί εἰσιν. ὅνπερ γὰρ τρόπον εἷς ἐστιν ὁ Καῖσαρ, ἔχει δὲ ὑπ᾽ αὐτὸν τοὺς διοικητάς, ὑπατικοὺς, ἐπάρχους, χιλιάρχους, ἑκατοντάρχους, δεκάρχους, τὸν αὐτὸν τρόπον ἑνὸς ὄντος τοῦ μεγάλου Θεοῦ ὥσπερ Καίσαρος καὶ οὗτοι κατὰ τὸν τῶν ὑποκειμένων ἐξουσιῶν λόγον θεοί εἰσιν, ὑποκείμενοι μὲν ἐκείνῳ, διοικοῦντες δὲ ἡμᾶς. ἀκούσατε οὖν οἱ ταύτην τὴν ὑπόνοιαν ὡς δεινῷ ἐπαλειφθέντες ἰῷ ὑπ᾽ αὐτοῦ, λέγω δὲ τοῦ παραδείγματος τὴν κακὴν ὑπόνοιαν , ὅπως εἰδῆτε τί καλὸν καὶ τί πονηρόν· οὔπω γὰρ ἀνεβλέψατε, ὅτι οὐδὲ τοῖς προβαλλομένοις ὑφ᾽ ὑμῶν ἐνορᾶτε.

Εἰ γάρ φατε, ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν Θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας, τοὺς λεγομένους θεούς, οὐδ᾽ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτο εἰδέναι, ὅτι, ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι, λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί (ὅτι ὁ διδοὺς οὐ ζήσεται, καὶ ὁ λαμβάνων ἀναιρεθήσεται), οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τοῦ Θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν· ἐπεὶ καὶ ὁ πειραθεὶς ἤτε λαβεῖν ἤτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἐπ᾽ ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς Θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὅνομα πάσῃ ᾗ ἠδυνήθητε ὑπεβάλετε ὕβρει· οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα Θεός, ἀλλ᾽ ὑμεῖς τοῦτο παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε.

Αὐτίκα γοῦν τῶν Αἰγυπτίων ὑμῶν οἱ ἀρχηγέται, οἱ περὶ μετεωρολογίας αὐχοῦντες καὶ τῶν ἄστρων τὰς φύσεις διακρίνειν ἐπαγγελλόμενοι, ὑπὸ κακῆς αὑτοῖς ἐνδομυχούσης ὑπονοίας πάσῃ ἀτιμίᾳ ὅσον τὸ κατ᾽ αὐτοὺς ὑπέβαλον. οἱ μὲν γὰρ αὐτῶν παρέδοσαν βοῦν τὸν λεγόμενον Ἄπιν σέβειν, οἱ δὲ τράγον, οἱ δὲ αἴλουρον, οἱ δὲ ὄφιν, ἀλλὰ καὶ ἰχθὺν καὶ κρόμμυα καὶ γαστρῶν πνεύματα καὶ ὀχετοὺς καὶ ἀλόγων ζώων μέλη. καὶ ἄλλοις μυρίοις πάνυ ἐχθροῖς ἀτοπήμασιν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐγέλασεν ὁ παρεστηκὼς ὄχλος. καὶ ὁ Πέτρος ἔφη πρὸς τὸν γέλωτα· γελᾶτε ὑμεῖς τὰ ἐκείνων, οὐκ εἰδότες πολλῷ μᾶλλον ὑπ᾽ ἐκείνων γελώμενοι. πλὴν τὰ ἀλλήλων γελᾶτε, τὰ γὰρ ἴδια ὑπὸ συνηθείας κακῆς εἰς ἀπάτην ἀχθέντες οὐ βλέπετε. ὅτι δὲ ὄντως ὀρθῶς καταγελᾶτε τῶν Αἰγυπτίων, σύμφημι, ἐπεὶ ἄλογα ζῶα λογικοὶ ὄντες προσκυνοῦσιν, τὰ πάντως θνήσκοντα. πῶς δὲ κᾀκεῖνοι ὑμῶν καταγελῶντες λέγουσιν, ἀκούσατε· ἡμεῖς, φασίν, εἰ καὶ θνήσκοντα προσκυνοῦμεν, ἀλλά γε κἄν ζήσαντά ποτε, ὑμεῖς δὲ τὰ μηδέποτε ζήσαντα σέβεσθε. πρὸς τούτοις φασίν· τοῦ ἑνὸς Θεοῦ τιμᾶν θέλοντες τὴν μορφὴν καὶ μὴ εὑρόντες ποία ἐστίν, πᾶσαν μορφὴν προτιμᾶν εἱλόμεθα· καὶ ὅμως τοιαῦτά τινα λέγοντες ὀρθότερον ὑμῶν οἴονται φρονεῖν.

Διὸ καὶ ὑμεῖς ἀποκρίνεσθε πρὸς αὐτούς· ψεύδεσθε, οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως Θεὸν αὐτὰ σέβεσθε, πᾶσαν γὰρ ἄν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε· οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν· καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζώου μελῶν ὅς μὲν ἄλλο σέβει, ἕτερος δὲ ἕτερον. πλὴν αὐτῶν ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι᾽ ἑτέρας ἀπονοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλομένοι. ὅμως καὶ τὰς ἀλληγορίας διελέγξαιμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος, ὡς μεγίστην τῇ ἐπινοίᾳ ἐμποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ πείθοντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.

Ὁ Θεὸν σέβειν αἰρούμενος πρὸ πάντων εἰδέναι ὀφείλει, τί μόνον τῆς Θεοῦ φύσεως ἴδιόν ἐστιν, ὅ ἄλλῳ προσεῖναι ἀδύνατον, ἵνα εἰς τὸ ἰδίωμα αὐτοῦ ἀποβλέπων καὶ παρ᾽ ἑτέρῳ αὐτὸ μὴ εὑρίσκων, ἑτέρῳ τῳ θεῷ εἶναι μὴ ἀπατηθῇ δοῦναί ποτε. ἔστιν δὲ ἴδιον Θεοῦ, τοῦτον μόνον εἶναι, ὡς πάντων ποιητὴν, οὕτως καὶ κρείττονα. κρείττων ἐστὶν μὲν δυνάμει τοῦ ποιεῖν τοῦ λοιποῦ, πρὸς μέγεθος τὸ ἄπειρον τοῦ περαινομένου πρὸς εἶδος τὸ εὐμορφότατον, πρὸς

εὐδαιμονίαν τὸ μακαριώτατον, πρὸς νοῦν τὸ τελειώτατον. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αὐτὸ ἀπαραβλήτως τὴν ὑπεροχὴν ἔχει. ἐπεὶ οὖν, ὡς ἔφην, ἴδιον Θεοῦ τὸ αὐτὸν εἶναι τῶν ὅλων κρείττονα, ὑπ᾽ αὐτοῦ δὲ ὁ πάντα περιέχων γέγονε κόσμος, ἀνάγκη πᾶσα λέγειν, μηδὲν ὑπ᾽ αὐτοῦ γεγονότων αὐτῷ δύνασθαι τὴν ἴσην ἔχειν σύγκρισιν.

Ὁ δὲ μὴ ἔχων τὸ ἀπαράβλητον καὶ ἀνυπέρβλητον καὶ πάντῃ πάντοθεν ἀνενδεὲς θεὸς εἶναι οὐ δύναται, καθ᾽ ὅ γεγένηται. πόσῳ γε μᾶλλον τὰ μόρια αὐτοῦ οὐκ ἂν εὐλόγως κληθείη θεός; μόρια δὲ λέγω τοὺς ὑφ᾽ ὑμῶν λεγομένους θεούς, ἐκ χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ λίθου ἢ καὶ ἐξ ἄλλης ὕλης τινὸς οὖν γεγονότα, καὶ ταῦτα ὑπὸ θνητῆς χειρὸς δεδημιουργημένα. ὅμως δὲ πρὸς ταῦτα ἴδωμεν, οἷα δι᾽ ἀνθρώπου στόματος ὁ δεινὸς ὄφις φαρμάσσει τοῖς ὑπειγμοῖς τοὺς ἐξαπατωμένους.