The Second Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ [*](Mt, 10, 82; Luke 12, 8) οὖ ἔγνωμεν αὐτόν;

λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. [*](e)nw/pion tw=n a)nqrw/pwn AC, om. S.) ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.

οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.

ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.

λέγει [*](Is, 29, 16; Mt 15, 8; Mk. 7, 6) δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ: Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ̓ ἐμοῦ.