The Second Epistle of Clement to the Corinthians
Clemens Romanus (Clement of Rome)
Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.
Ἐκδεχώμεθα οὖν καθ̓ ῶραν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, ἐπειδὴ οὐκ οἴδαμεν τὴν ἡμέραν τῆς ἐπιφανείας τοῦ θεοῦ.
ἐπερωτηθεὶς γὰρ αὐτὸς ὁ κύριος ὑπό τινος, [*](Ev Aegypt. (1) )πότε ἥξει αὐτοῦ ἡ βασιλεία, εἶπεν: Ὅταν ἔσται τὰ δύο ἕν, καὶ τὸ ἔξω ὡς τὸ ἔσω, καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας οὔτε ἅρσεν οὔτε θῆλυ.
τὰ δύο δὲ ἕν ἐστιν, ὅταν λαλῶμεν ἑαυτοῖς ἀλήθειαν καὶ ἐν δυσὶ σώμασιν ἀνυποκρίτως εἴη μία ψυχή.
καὶ τὸ ἔξω ὡς τὸ ἔσω, τοῦτο λέγει: τὴν ψυχὴν λέγει τὸ ἕσω, τὸ δὲ ἔξω τὸ σῶμα λέγει. ὃν τρόπον οὖν σου τὸ σῶμα φαίνεται, οὕτως καὶ ἡ ψυχή σου δῆλος ἔστω ἐν τοῖς καλοῖς ἔργοις.