Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Sextus adv. math. XI 200 (Sextus probaverat ὅτι ἡ φρόνησις οὐκ ἔστι τέχνη τις περὶ τὸν βίον, ἧς ἴδιον οὐδὲν τεχνικόν ἐστιν ἔργον). Ἀλλὰ πρὸς τοῦθ’ ὑπαντῶντές φασι πάντα μὲν κοινὰ εἶναι καὶ πάντων τὰ ἔργα, διορίζεσθαι δὲ τῷ ἀπὸ τεχνικῆς διαθέσεως ἢ ἀπὸ ἀτέχνου γίγνεσθαι. Οὐ γὰρ τὸ ἐπιμελεῖσθαι γονέων καὶ ἄλλως τιμᾶν γονεῖς τοῦ σπουδαίου ἐστὶν ἔργον, ἀλλὰ σπουδαίου τὸ ἀπὸ φρονήσεως τοῦτο ποιεῖν· καὶ ὡς τὸ μὲν ὑγιάζειν κοινόν ἐστι τοῦ τε ἰατροῦ καὶ ἰδιώτου, τὸ δὲ ἰατρικῶς ὑγιάζειν τοῦ τεχνίτου ἴδιον, ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ μὴ σπουδαίου, τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ, ὥστε καὶ τέχνην αὐτὸν ἔχειν περὶ τὸν βίον, ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων ἀπὸ ἀρίστης διαθέσεως πράττειν.

Cf. ibid. 207. Ἄλλοι δέ εἰσιν οἱ τῷ διομαλισμῷ καὶ τάξει ταῦτα διορίζεσθαι νομίζοντες. Καθὰ γὰρ ἐπὶ τῶν μέσων τεχνῶν ἴδιόν ἐστι τοῦ τεχνίτου τό τε τεταγμένως τι ποιεῖν καὶ τὸ ἐν τοῖς ἀποτελέσμασι διομαλίζειν (ποιήσαι γὰρ ἄν ποτε καὶ ἰδιώτης τὸ τεχνικὸν ἔργον, ἀλλὰ σπανίως καὶ οὐ πάντοτε, οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως) ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν, τοῦ δὲ ἄφρονος τοὐναντίον.

Seneca ep. 95, 57. Actio recta non erit, nisi recta fuerit voluntas: ab hac enim est actio. Rursus voluntas non erit recta, nisi habitus animi rectus fuerit: ab hoc enim est voluntas. Habitus porro animi non erit in optimo, nisi totius vitae leges perceperit et quid de quoque iudicandum sit exegerit etc.

Philo quod deus sit immutab. § 100 Vol. II p. 78, 4 Wendl. καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ γνώμῃ πράττοντας ἐθελουσίως, βιαζομένους δὲ τὸ παρ’ αὑτοῖς ἑκούσιον, μὴ κατορθοῦν.

Philo Leg. Alleg. I § 93 Vol. I p. 85, 17 Wendl. Διαφέρει δὲ τρία ταῦτα, πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις. ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον· ἡ δὲ πρόσταξις ⟨περὶ⟩ κατορθωμάτων· ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον τὸν μήτε φαῦλον μήτε σπουδαῖον. οὔτε γὰρ ἁμαρτάνει ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως, τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων. Τῷ μὲν οὖν τελείῳ (scil. σοφῷ) — —

προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ· οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται· τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία· τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας. Ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας· τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων, προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων· τῷ δ’ ἄρτι μανθάνοντι διδασκαλίας.

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037c. (Ἐν τῷ περὶ Νόμου?) Τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι· τὸ δ’ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν, προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν.

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037e. (Χρύσιππος ἐν τῷ περὶ Νόμου?) Καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάττειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψεν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν· [ὡς] προσετάχθη γὰρ ὀρθῶς οἱ δ’ οὐκ ὀρθῶς ἐποίησαν. Οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάττων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδὲ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάττων, οὐ μέσον· εἰ δὲ μέσα προστάττουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτα εἶναι.

Philo de sacrificiis Abel et Cain § 43 Vol. I p. 219, 14 Wendl. αἱ τέλειοι ἀρεταὶ μόνου τοῦ τελείου καὶ γνησίου κτήματα· τὰ δὲ μέσα τῶν καθηκόντων ἐφαρμόττει καὶ τοῖς ἀτελέσι μέχρι τῶν ἐγκυκλίων προπαιδευμάτων ἐλθοῦσιν.

Origenes comment. in Matthaeum Vol. III p. 494 Delarue. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ’ ἀρετήν· τὰ δὲ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμενα διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ἁμαρτανόμενα μὲν κακῶς πράττεσθαι, κατορθούμενα δὲ γίνεσθαι καλῶς.

Cicero de finibus III 14, 45. Et quemadmodum opportunitas (sic enim appellemus εὐκαιρίαν) non fit maior productione temporis (habent enim suum modum quae opportuna dicuntur) sic recta effectio (κατόρθωσιν enim ita appello, quoniam recte factum κατόρθωμα) recta igitur effectio, item convenientia, denique ipsum bonum, quod in eo positum est, ut naturae consentiat, crescendi accessionem nullam habet. 46. Ut enim opportunitas illa, sic haec de quibus dixi, non fiunt temporis productione maiora: ob eamque causam Stoicis non videtur optabilior nec

magis expetenda beata vita, si sit longa, quam si brevis, utunturque simili: Ut si cothurni laus illa esset, ad pedem apte convenire, neque multi cothurni paucis anteponerentur nec maiores minoribus, sic quorum omne bonum convenientia atque opportunitate finitur, nec plura paucioribus nec longinquiora brevioribus anteponent.

Porphyrius in Aristot. categ. p. 137, 29 Busse. οἱ δὲ τινὰς μὲν ἕξεις καὶ τοὺς κατὰ ταύτας ποιοὺς ὑπελάμβανον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ὡς ⟨τὰς ἀρετὰς καὶ⟩ τοὺς κατὰ ταύτας ⟨ποιούς, τινὰς δὲ ἕξεις⟩ καὶ ποιοὺς ἐπιδέχεσθαι ἐπίτασιν καὶ ἄνεσιν, ὡς πάσας ⟨τὰς μέσας⟩ τέχνας καὶ τὰς μέσας ποιότητας καὶ τοὺς κατὰ ταύτας ποιούς. ἧς γεγόνασι δόξης οἱ ἀπὸ τῆς Στοᾶς.

Supplementa sunt Bussii. Cf. II n. 393: τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασι δύνασθαι καὶ ἀνίεσθαι· τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους.

Plutarchus de Stoic. repugn. cp. 13 p. 1038c. Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι, μήτ’ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως ὅς γε φησὶν ἐν τῷ τρίτῳ περὶ Φύσεως Ὥσπερ τῷ Διὶ προσήκει σεμνύνεσθαι ἐπ’ αὐτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν, καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, κατ’ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός.

Diog. Laërt. VII 120. ἀρέσκει τε αὐτοῖς ἴσα ἡγεῖσθαι τὰ ἁμαρτήματα, καθά φησι Χρύσιππος ἐν τῷ τετάρτῳ τῶν Ἠθικῶν Ζητημάτων καὶ Περσαῖος καὶ Ζήνων. εἰ γὰρ ἀληθὲς ἀληθοῦς μᾶλλον οὐκ ἔστιν οὐδὲ ψεῦδος ψεύδους· οὕτως οὐδὲ ἀπάτη ἀπάτης οὐδὲ ἁμάρτημα ἁμαρτήματος. Καὶ γὰρ ὁ ἑκατὸν σταδίους ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπίσης οὐκ εἰσὶν ἐν Κανώβῳ· οὕτω καὶ ὁ πλεῖον καὶ ὁ ἔλαττον ἁμαρτάνων ἐπίσης οὐκ εἰσὶν ἐν τῷ κατορθοῦν.

Stobaeus eclog. II 7 p. 106, 21. Ἶσά τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα. Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας· πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τό [τε] γὰρ νύκτ’ ⟨ἀεὶ⟩ εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἔστι ψεῦδος εἶναι θάτερον θατέρου· ἀλλ’ οὐχὶ τὸ ψεῦδος ἐπίσης ψεῦδός ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι. Καὶ ἁμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ

ἔστιν, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον οὐ γίγνεσθαι, ἁμάρτημα δὲ μεῖζον καὶ ἔλαττον γίγνεσθαι· πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔτ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων.

Stobaeus ecl. II 113, 18 W. πάντων τε τῶν ἁμαρτημάτων ἴσων ὄντων καὶ τῶν κατορθωμάτων, καὶ τοὺς ἄφρονας ἐπίσης πάντας ἄφρονας εἶναι, τὴν αὐτὴν καὶ ἴσην ἔχοντας διάθεσιν. ἴσων δὲ ὄντων τῶν ἁμαρτημάτων εἶναί τινας ἐν αὐτοῖς διαφοράς, καθ’ ὅσον τὰ μὲν αὐτῶν ἀπὸ σκληρᾶς καὶ δυσιάτου διαθέσεως γίνεται, τὰ δ’ οὔ.

καὶ τῶν σπουδαίων δὲ ἄλλους ἄλλων προτρεπτικωτέρους γίγνεσθαι καὶ πειστικωτέρους, ἔτι δὲ καὶ ἀγχινουστέρους, κατὰ τὰ μέσα τὰ ἐμπεριλαμβανόμενα τῶν ἐπιτάσεων συμβαινουσῶν.

Cicero de finibus III 14, 48. Ut enim qui demersi sunt in aqua, nihilo magis respirare possunt, si non longe absunt a summo, ut iam iamque possint emergere, quam si etiamtum essent in profundo: nec catulus ille, qui iam appropinquat, ut videat, plus cernit, quam is qui modo est natus: item qui processit aliquantum ad virtutis habitum nihilo minus in miseria est quam ille, qui nihil processit - - Sed quamquam negant nec virtutes nec vitia crescere, tamen utrumque eorum fundi quodam modo et quasi dilatari putant.

Cicero de finibus IV 75. Peccata paria. - Quonam modo? - - Ut, inquit, in fidibus pluribus, si nulla earum ita contenta nervis sit, ut concentum servare possit, omnes aeque incontentae sint, sic peccata quia discrepant, aeque discrepant; paria sunt igitur.

76. Ut enim, inquit, gubernator aeque peccat, si palearum navem evertit et si auri, item aeque peccat, qui parentem et qui servum iniuria verberat.

77. Quoniam, inquiunt, omne peccatum imbecillitatis et inconstantiae est, haec autem vitia in omnibus stultis aeque magna sunt, necesse est paria esse peccata.

Cicero de finibus IV 21. Omnium insipientiam, iniustitiam, alia vitia similia esse, omniaque peccata esse paria, eosque qui natura doctrinaque longe ad virtutem processissent, nisi eam plane consecuti essent, summe esse miseros, neque inter eorum vitam et improbissimorum quicquam omnino interesse.

Porphyrion ad Hor. Serm. I 2, 62. Negat interesse quicquam, utrum quis in matrona an in ancilla an etiam in adultera delinquat, secutus opinionem Stoicorum, qui omnia peccata paria esse dicunt; neque enim rei admissae quantitatem, sed admittentis voluntatem spectant.

Acro ad Hor. ep. I 1, 17. Stoicorum sectator - qui non dant virtutem nisi perfectae philosophiae. Peripatetici et alii et non perfectis honorem derelinquunt.

Plutarchus quomodo quis in virt. sent. prof, cp. 2 p. 75f. οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφ’ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ μὴ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπ’ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας· οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν Βρασίδου τῇ Δόλωνος καὶ νὴ Δία τῆς Μελήτου μηδ’ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δ’ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.