Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Aëtius Plac. II 27, 1. οἱ Στωϊκοὶ σφαροειδῆ εἶναι (τὴν σελ.) ὡς τὸν ἥλιον. σχηματίζεσθαι δ’ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γιγνομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ.

Plutarchus de facie lunae cp. 15 p. 928c. λέγουσι δὲ (scil. Stoici) τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον.

Aëtius Plac. II 30, 5. Οἱ Στωϊκοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς (sc. τῆς σελήνης) ἀκήρατον τὸ σύγκριμα.

Aëtius Plac. II 28, 3. Οἱ Στωϊκοὶ ἀμαυροφανὲς (sc. τὸ φῶς τῆς σελ.), ὠεροειδὲς γάρ.

Aëtius Plac. II 25, 5. Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωϊκῶν μικτὴν ἐκ πυρὸς καὶ ἀέρος (τὴν σελήνην).

Plutarchus de facie in orbe lunae cp. 21 p. 933f. ὁ Φαρνάκης (Stoicus Plutarchi) εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν Σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυρὰν ἥτις ἴδιός ἐστιν αὐτῆς.

Plutarchus de facie in orbe lunae cp. 5 p. 921f. Ἀλλὰ μὴ δόξωμεν, ἔφη, κομιδῆ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν Σελήνην, εἶτα οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίνεσθαι μορφοειδῆ ⟨προσώπου⟩. paullo infra vituperat Stoicos. ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδὲ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα τυφόμενον ἀεὶ καὶ πυρίκαυστον· ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. p. 922c. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν Σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον· αὐοὶ δὲ τὴν Σελήνην σφαῖραν οὖσαν πυρός, ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν, ἀλλὰ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον.

Philo do somniis lib. I § 145. Λέγεται γοῦν, ὅτι δελήνη πίλημα μὲν ἄπρατον αἰθέρος ο῎θκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσψπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμιένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται.

Plutarchus de facie lunae cp. 23 p. 936b. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφ’ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄφις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τήν τ’ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφ’ οὗ τὸ φῶς τῷ ὕδατι προσπῖπτον ἀνακέκλασται. τούτων δ’ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθ’ ἡμέραν, ὅταν ἀνάκλασις ἀκ' αὐτοῦ γένται· μὴ φαινομένο δὲ τούτου, κατ' ἄλλον οἶονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσδθαι τὸν φωτισμόν. εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. (Hanc argumentationem esse Stoicorum ex conexm apparet).

Aetius Plac. II 29, 6. Θαλῆς Ἀναξαγόρας Πλάτων οἱ Στωϊκοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δὲ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης.

Plutarchus de facie lunae cp. 25 p. 940c. καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τούς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν (Stoicos dici, conexus docet). Stobaeus ed. I p. 219, 24 W. (de luna). Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. σφαιροειδῆ δὲ εἶναι. μῆνα δὲ παλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. μεὶς δ’ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς ἢ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς.

Stobaeus I p. 221 23W Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ ἐπιπροσθούσης καὶ εἰς σκιὰν αὐτῆς ἐμπιπτουσαν (DDG p. 360b 27 Aët. Plac. II 29, 8). Diogenes Laërt. VII 146. τὴν δὲ σελήνην (ἐκλείπειν) ἐμπίπτουσσν εἰς τὸ τῆς γῆς σκίασμα· ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόναις καίπερ κατὰ διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὄτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τὸν ἡλιαπὸν καὶ τὸν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότε ἐπλείπει. γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τὸν διὰ μέσων ἐν χηλαῖς καὶ σκορπίῳ καὶ πριῳ καὶ ταύρῳ (Poidonis).

Plutarchus de facie lunae cp. 25 p. 940a. ὠκεανοῦ τε πλημμύρας, ὡς λέγουσιν οὗτοι (scil. Stoici), καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος.

Philo de provid. II § 77 (p. 96 Aucher). Lunae phasibus speciatim fructus nocte quodam modo maturescere videntur; debiles namque et magis femineos emittens splendores nec non serenos (aut rore praeditos) optime lactat enutriendo et adaugendo; quandoquidem nimius violentusque calor exsiccando arescere facit; qui vero absque exustione est, leniter ac paulatim calefaciendo solet perficere.

Aëtius Plac. II 14, 1. Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.

Achilles Isagoge 11 p. 133 in Petav. Uranol. οἱ Στωϊκοὶ δὲ ἐκ πυρὸς λέγουσιν αὐτούς· πυρὸς δὲ τοῦ θείου καὶ ἀϊδίου καὶ οὐ παραπλησίου τῷ παρ’ ἡμῖν· τοῦτο γὰρ φθαρτικόν, καὶ οὐ παμφαές. idem 12. Περὶ σχήματος ἀστέρων. Κλεάνθης αὐτοὺς κωνοειδὲς ἔχειν σχῆμά φησι. τινὲς δὲ πετάλοις ἐοικέναι ἐκ πυρός, βάθος οὐκ ἔχοντας, ἀλλ’ ὥσπερ γραφὰς εἶναι. Οἱ δὲ Στωϊκοὶ σφαιρικὸν ἔχειν σχῆμα λέγουσι, καθάπερ τὸν ἥλιον καὶ τὸν περιέχοντα οὐρανόν.

Stobaeus ecl. I p. 206, 25 W. Χρυσίππου· Ἀνατολὴν δ’ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. Πίγνεσθαι δ’ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. Ἐπιτολὴν δὲ ⟨τὴν⟩ ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. Διχῶς γὰρ λέγεσθαι δύσιν, τὴν μὲν κατὰ τὴν ἀνατολήν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν. Κυνὸς δ’ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. Τὸν δ’ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος (Diels Arii Didymi epit. phys. fragm. 32).

Cicero de natura deorum II 15, 39. Atque hac mundi divinitate perspecta tribuenda est sideribus eadem divinitas, quae ex nobilissima purissimaque aetheris parte gignuntur, neque ulla praeterea est admixta natura, totaque sunt calida atque perlucida, ut ea quoque rectissime et animantia esse et sentire atque intelligere dicantur.

Origenes contra Celsum V 10. Vol. II p. 11, 13 Kö. p. 585 Delarue. εἴπερ καὶ οἱ ἐν οὐρανῷ ἀστέρες ζῷά εἰσι λογικὰ καὶ σπουδαῖα.

Achilles Isagoge 13 p. 134 in Petav. Uranol. ὅτι δὲ οἱ ἀστέρες ζῷα, χρῶνται πρὸς ἀπόδειξιν οἱ Στωϊκοὶ τούτοις· πάντα τὰ ἐν τῷ οὐρανῷ πυρώδη, καὶ κατὰ φύσιν καὶ πολυχρονίως κινεῖται καὶ κυκλικῶς. οὐκοῦν

καὶ κρίσιν ἔχει. εἰ δὲ κρίσιν ἔχει καὶ ζῷά ἐστι. Καὶ ποικίλας ἔχουσι κινήσεις· τοῦτο δὲ τοῖς ζῴοις ἕπεται. Καὶ πάντα τὰ στοιχεῖα ζῷα ἔχει· ἄτοπον δὲ τὸ κρεῖττον πάντων τῶν στοιχείων ζῴων ἄμοιρον εἰπεῖν. 687