Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Εἰ τοίνυν γίνεται ἐκ κακοῦ ἀγαθὸν μηδέν, ὥσπερ εἰκός, πλοῦτος δὲ γίνεται ἐκ κακῶν ἔργων, ἀνάγκη μὴ εἶναι ἀγαθὸν τὸν πλοῦτον.

Συμβαίνει οὕτως ἐκ τούτου τοῦ λόγου.

Ἀλλʼ οὐδὲ τὸ φρονεῖν γε οὐδὲ δικαιοπραγεῖν οὐκ ἔστι κτήσασθαι ἐκ κακῶν ἔργων, ὡσαύτως δὲ οὐδὲ τὸ ἀδικεῖν καὶ ἀφρονεῖν ἐκ καλῶν ἔργων, οὐδὲ ὑπάρχειν ἅμα τῷ αὐτῷ δύναται.

πλοῦτον δὲ καὶ δόξαν καὶ τὸ νικᾶν καὶ τὰ λοιπὰ ὅσα τούτοις παραπλήσια οὐδὲν κωλύει ὑπάρχειν τινὶ ἅμα μετὰ κακίας πολλῆς. ὥστε οὐκ ἂν εἴη ταῦτα ἀγαθὰ οὔτε κακά, ἀλλὰ τὸ φρονεῖν μόνον ἀγαθόν, τὸ δὲ ἀφρονεῖν κακόν.

Ἱκανῶς μοι δοκεῖς λέγειν, ἔφην.