Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ταύτῃ κελεύει, ἔφη, μὴ πιστεύειν καὶ βέβαιον μηδὲν νομίζειν μηδὲ ἀσφαλὲς εἶναι, ὅ τι ἂν παρ

αὐτῆς τις λάβῃ μηδὲ ὡς ἴδια ἡγεῖσθαι.

οὐδὲν γὰρ κωλύει πάλιν ταῦτα ἀφελέσθαι καὶ ἑτέρῳ δοῦναι. πολλάκις γὰρ εἴωθε τοῦτο ποιεῖν. καὶ διὰ ταύτην οὖν τὴν αἰτίαν κελεύει πρὸς τὰς παρ’ αὐτῆς δόσεις ἴσους γίνεσθαι καὶ μήτε χαίρειν ὅταν διδῷ μήτε ἀθυμεῖν ὅταν ἀφέληται καὶ μήτε ψέγειν αὐτὴν μήτε ἐπαινεῖν.

οὐδὲν γὰρ ποιεῖ μετὰ λογισμοῦ, ἀλλ’ εἰκῆ καὶ ὡς ἔτυχε πάντα, ὥσπερ πρότερον ὑμῖν ἔλεξα. διὰ τοῦτο οὖν τὸ Δαιμόνιον κελεύει μὴ θαυμάζειν, ὅ τι ἂν πράττῃ αὕτη, μηδὲ γίνεσθαι ὁμοίους τοῖς κακοῖς τραπεζίταις.

καὶ γὰρ ἐκεῖνοι ὅταν μὲν λάβωσι τὸ ἀργύριον παρὰ τῶν ἀνθρώπων, χαίρουσι καὶ ἴδιον νομίζουσιν εἷναι, ὅταν δὲ ἀπαιτῶνται, ἀγανακτοῦσι καὶ δεινὰ οἴονται πεπονθέναι, οὐ μνημονεύοντες, ὅτι ἐπὶ τούτῳ ἔλαβον τὰ θέματα, ἐφ’ ᾧ οὐδὲν κωλύει τὸν θέμενον πάλιν κομίσασθαι.

ὡσαύτως τοίνυν κελεύει ἔχειν τὸ Δαιμόνιον καὶ πρὸς τὴν παρ’ αὐτῆς δόσιν καὶ μνημονεύειν, ὅτι τοιαύτην φύσιν ἔχει ἡ Τύχη, ὥστε ἃ δέδωκεν ἀφελέσθαι καὶ ταχέως πάλιν δοῦναι πολλαπλάσια, αὖθις δὲ ἀφελέσθαι ἃ δέδωκεν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ

προϋπάρχοντα.

ἃ γοῦν δίδωσι, λαβεῖν κελεύει παρ’ αὐτῆς καὶ συντόμως ἀπελθεῖν βλέποντας πρὸς τὴν βεβαίαν καὶ ἀσφαλῆ δόσιν.