Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Πρὸς Διὸς τοίνυν, ἔφην ἐγώ, εἰ μή τις σοι μεγάλη ἀσχολία τυγχάνει οὖσα, διήγησαι ἡμῖν· πάνυ γὰρ ἐπιθυμοῦμεν ἀκοῦσαι, τί ποτέ ἐστιν ὁ μῦθος.

Οὐδεὶς φθόνος, ὦ ξένοι, ἔφη. ἀλλὰ τουτὶ πρῶτον δεῖ ὑμᾶς ἀκοῦσαι, ὅτι ἐπικίνδυνόν τι ἔχει ἡ ἐξήγησις.

Οἷον τί; ἔφην ἐγώ.

Ὅτι εἰ μὲν προσέξετε, ἔφη, καὶ συνήσετε τὰ λεγόμενα, φρόνιμοι καὶ εὐδαίμονες ἔσεσθε, εἰ δὲ μή, ἄφρονες καὶ κακοδαίμονες καὶ πικροὶ καὶ ἀμαθεῖς γενόμενοι κακῶς βιώσεσθε.

ἔστι γὰρ ἡ ἐξήγησις ἐοικυῖα τῷ τῆς Σφιγγὸς αἰνίγματι, ὃ ἐκείνη προεβάλλετο τοῖς ἀνθρώποις εἰ μὲν οὖν αὐτὸ συνίει τις, ἐσώζετο, εἰ δὲ μὴ συνίει, ἀπώλετο ὑπὸ τῆς Σφιγγός. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἐξηγήσεως ἔχει ταύτης. ἡ γὰρ ἀφροσύνη τοῖς ἀνθρώποις Σφίγξ ἐστιν.

αἰνίττεται δὲ τάδε, τί ἀγαθόν, τί κακόν, τί οὔτε ἀγαθὸν οὔτε κακόν ἐστιν ἐν τῷ βίῳ. ταῦτʼ οὖν ἐὰν μέν τις μὴ συνιῇ, ἀπόλλυται ὑπʼ αὐτῆς, οὐκ εἰσάπαξ, ὥσπερ ὁ ὑπὸ τῆς Σφιγγὸς καταβρωθεὶς ἀπέθνησκεν, ἀλλὰ κατὰ μικρὸν ἐν ὅλῳ τῷ βίῳ καταφθείρεται καθάπερ οἱ ἐπὶ τιμωρίᾳ παραδιδόμενοι.

ἐὰν δέ τις γνῷ, ἀνάπαλιν ἡ μὲν ἀφροσύνη ἀπόλλυται, αὐτὸς δὲ σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν παντὶ τῷ βίῳ. ὑμεῖς οὖν προσέχετε καὶ μὴ παρακούετε.