Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ἀπορούντων οὖν ἡμῶν περὶ τῆς μυθολογίας πρὸς ἀλλήλους πολὺν χρόνον πρεσβύτης τις παρεστώς, Οὐδὲν δεινὸν πάσχετε, ὦ ξένοι, ἔφη, ἀποροῦντες περὶ

τῆς γραφῆς ταύτης. οὐδὲ γὰρ τῶν ἐπιχωρίων πολλοὶ οἴδασι, τί ποτε αὕτη ἡ μυθολογία δύναται·

οὐδὲ γάρ ἐστι πολιτικὸν ἀνάθημα· ἀλλὰ ξένος τις πάλαι ποτὲ ἀφίκετο δεῦρο, ἀνὴρ ἔμφρων καὶ δεινὸς περὶ σοφίαν, λόγῳ τε καὶ ἔργῳ Πυθγόρειόν τινα καὶ Παρμενίδειον ἐζηλωκὼς βίον, ὃς τό τε ἱερὸν τοῦτο καὶ τὴν γραφὴν ἀνέθηκε τῷ Κρόνῳ.

Πότερον οὖν, ἔφην ἐγώ, καὶ αὐτὸν τὸν ἄνδρα γινώσκεις ἑωρακώς;

Καὶ ἐθαύμασά γε, ἔφη, αὐτὸν πολυχρονιώτατον νεώτερος ὤν. πολλὰ γὰρ καὶ σπουδαῖα διελέγετο. τότε δὴ καὶ περὶ ταύτης δὲ τῆς μυθολογίας πολλάκις αὐτοῦ ἠκηκόειν διεξιόντος.