Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Εἶτα τί γίνεται, ἐὰν ἡ Μετάνοια αὐτῷ συναντήσῃ;

Ἐξαιρεῖ αὐτὸν ἐκ τῶν κακῶν καὶ συνίστησιν αὐτῷ ἑτέραν Δόξαν καὶ Ἐπιθυμίαν τὴν εἰς τὴν ἀληθινὴν Παιδείαν ἄγουσαν, ἅμα δὲ καὶ τὴν εἰς τὴν Ψευδοπαιδείαν καλουμένην.

Εἶτα τί γίνεται;

Ἐὰν μέν, φησί, τὴν Δόξαν ταύτην προσδέξηται τὴν ἄξουσαν αὐτὸν εἰς τὴν ἀληθινὴν Παιδείαν, καθαρθεὶς

ὑπʼ αὐτῆς σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν τῷ βίῳ· εἰ δὲ μή, πάλιν πλανᾶται ὑπὸ τῆς Ψευδοδοξίας.

῏Ω Ἡράκλεις, ὡς μέγας ὁ κίνδυνος ἄλλος οὗτος. ἡ δὲ Ψευδοπαιδεία ποία ἐστίν; ἔφην ἐγώ.

Οὐχ ὁρᾷς τὸν ἕτερον περίβολον ἐκεῖνον;

Καὶ μάλα, ἔφην ἐγώ.

Οὐκοῦν ἔξω τοῦ περιβόλου παρὰ τὴν εἴσοδον γυνή τις ἕστηκεν, ἣ δοκεῖ πάνυ καθάριος καὶ εὔτακτος εἶναι;

Καὶ μάλα.