The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

εἶτα τί [*](Is 38, 16) λέγει; Καὶ ὃς ἐλπίσει ἐπ̓ αὐτὸν [*](o(\s e)lpi/sei e)p) au)to/n G, d pisteu/wn ei)s au)to/n NCL, probably osing to the influence of the LXX. e)lpi/sei is conered by the follosing e)lpi/s.) ζήσεται εἰς τὸν αἰῶνα. ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο: ἀλλ̓ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ [*](Is. 50, 7) κύριος. λέγει γάρ: Καὶ ἔθηκέ με ὡς στερεὰν [*](Ps. 117, 22. 24) πέτραν.

λέγει δὲ πάλιν ὁ προφήτης: Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. καὶ πάλιν λέγει: Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ μεγάλη καὶ θαυμαστή, ἣν ἐποίησεν ὁ κύριος.

ἁπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε: ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν. [*](Ps. 22, 19; I 18, 12)

τί οὗν λέγει πάλιν ὁ προφήτης; Περιέσχεν με συναγωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ [*](Ps. 21, 19) μέλισσαι κηρίον, καί: Ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανερώθη τὸ πάθος. λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ: [*](Is. 3. 9, 10, of. Wisd. 2, 12) Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ̓ ἑαυτῶν, εἰπόντες: Δήσωμεν τὸν

360
δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν.

τί λέγει [*](Erod. 33 1. 3;) ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; Ἰδού, τάδε [*](Lv. 20, 24) λέγει κύριος ὁ θεός: Εἰσέλθατε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

τί δὲ λέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, [*](fhsi/n NC CL Clem. Alex. om. R G.) ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν. ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα: ἀπὸ προσώπου γὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο. [*](Exod. 33, 1. 3)